Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §17.24.1-17.24.6

カリアのアダの復権とハリカルナッソス包囲戦

629 / 723 箇所 · ギリシア語

要旨

アレクサンドロスはカリアに進軍し、ギリシア諸都市の自治を認めて味方に引き入れ、元支配者の女性アダと出会ってカリアの支配権を委ねる。その後、ハリカルナッソスで激しい包囲戦を開始し、ペルシア側の将軍メムノンと激しく攻防を繰り広げる。

§17.24.1ὁ δὲ βασιλεὺς Ἀλέξανδρος τὰ μὲν πολιορκητικὰ τῶν ὀργάνων καὶ σῖτον κατὰ θάλατταν ἐκόμισεν ἐπὶ τὴν Ἁλικαρνασσόν, αὐτὸς δὲ μετὰ πάσης τῆς δυνάμεως προῆγεν ἐπὶ Καρίας καὶ τὰς ἐν τῇ παρόδῳ πόλεις προσήγετο ταῖς φιλανθρωπίαις·
アレクサンドロス王は攻城兵器と兵糧を海路によってハリカルナッソスへと運ばせ、自身は全軍を率いてカリアへと進軍し、道中の諸都市をその寛大さによって味方に引き入れた。
μάλιστα δʼ εὐεργέτει τὰς Ἑλληνίδας πόλεις, ποιῶν αὐτὰς αὐτονόμους καὶ ἀφορολογήτους, προσεπιλέγων ὅτι τῆς τῶν Ἑλλήνων ἐλευθερώσεως ἕνεκα τὸν πρὸς Πέρσας πόλεμον ἐπανῄρηται.
とりわけ彼は、ギリシア人の諸都市を自治とし免税とすることで彼らに恩恵を施し、ギリシア人の解放のためにペルシア人に対する戦争を引き受けたのだと言い添えた。
§17.24.2ὄντι δʼ αὐτῷ κατὰ τὴν ὁδοιπορίαν ἀπήντησέν τι γύναιον, ὄνομα μὲν Ἄδα, γένει δὲ προσήκουσα τῇ Καρῶν ἀρχῇ.
彼が道中にあったとき、アダという名のある女性が出迎えたが、彼女は血統においてカリアの支配階級に連なる者であった。
ἐντυχούσης δʼ αὐτῆς περὶ τῆς προγονικῆς δυναστείας καὶ δεηθείσης βοηθῆσαι ταύτην μὲν ἐκέλευσε παραλαβεῖν τὴν τῆς Καρίας ἀρχήν, τοὺς δὲ Κᾶρας ἰδίους ἐποιήσατο ταῖς εὐνοίαις διὰ τὴν τῆς γυναικὸς ταύτης εὐεργεσίαν·
彼女が先祖伝来の支配権について訴え、助力を求めたので、彼は彼女にカリアの支配権を引き受けるよう命じ、この女性に恩恵を施したことによって、カリア人たちをその好意により自身の味方につけた。
§17.24.3εὐθὺς γὰρ αἱ πόλεις ἅπασαι πρεσβείας ἀποστέλλουσαι χρυσοῖς στεφάνοις ἐτίμησαν τὸν βασιλέα καὶ πάντα συμπράττειν ἐπηγγείλαντο.
というのも、ただちにすべての都市が使節を派遣して王を黄金の冠で称え、全面的に協力することを約束したからである。
ὁ δὲ Ἀλέξανδρος πλησίον τῆς πόλεως στρατοπεδεύσας συνεστήσατο πολιορκίαν ἐνεργὸν καὶ καταπληκτικήν.
アレクサンドロスは都市の近くに陣を構えると、精力的一かつ恐るべき包囲戦を開始した。
§17.24.4τὸ μὲν γὰρ πρῶτον τοῖς τείχεσι προσβολὰς συνεχεῖς ἐκ διαδοχῆς ἐποιεῖτο καὶ διημέρευεν ἐν τοῖς κινδύνοις·
最初、彼は城壁に対して交代で連続的な攻撃を仕掛け、危険の中で一日中過ごした。
μετὰ δὲ ταῦτα παντοδαπὰς μηχανὰς ἐπιστήσας καὶ τὰς πρὸ τῆς πόλεως τάφρους χωστρίσι χελώναις ἀναπληρώσας διὰ τῶν κριῶν ἐσάλευε τοὺς πύργους καὶ τὰ μεταξὺ μεσοπύργια.
その後、あらゆる種類の攻城兵器を設置し、都市の前にある堀を土を運ぶ亀甲櫓によって埋め立てると、破城槌によって城塔やその間の城壁を激しく揺さぶった。
καταβαλὼν δὲ μέρος τι τοῦ τείχους τὸ λοιπὸν ἤδη διὰ τῆς ἐκ χειρὸς μάχης ἐβιάζετο διὰ τοῦ πτώματος εἰς τὴν πόλιν εἰσπεσεῖν.
そして、城壁の一部を崩すと、もはや接近戦によって、その崩壊口から都市の中へ力ずくで突入しようとした。
§17.24.5Μέμνων δὲ τὸ μὲν πρῶτον τοὺς προσβάλλοντας τοῖς τείχεσι Μακεδόνας ῥᾳδίως ἠμύνετο, πολλῶν ὄντων ἐν τῇ πόλει στρατιωτῶν·
メムノンは、都市の中に多くの兵士がいたため、最初は城壁を攻撃してくるマケドニア人たちを容易に撃退した。
κατὰ δὲ τὰς τῶν ὀργάνων προσβολὰς μετὰ πολλῶν στρατιωτῶν ἐκχεόμενος ἐκ τῆς πόλεως νυκτὸς πῦρ ἐνέβαλλε ταῖς μηχαναῖς.
しかし、攻城兵器による攻撃に対しては、夜間に多くの兵士を引き連れて都市から撃って出ると、兵器に火を放った。
§17.24.6μεγάλων δʼ ἀγώνων πρὸ τῆς πόλεως συνισταμένων οἱ μὲν Μακεδόνες ταῖς ἀρεταῖς πολὺ προεῖχον, οἱ δὲ Πέρσαι τῷ πλήθει καὶ ταῖς παρασκευαῖς ἐπλεονέκτουν·
都市の前で激しい戦闘が展開される中、マケドニア人たちはその勇猛さにおいて大いに勝っていたが、ペルシア人たちは数と装備において優勢であった。
συνήργουν γὰρ αὐτοῖς οἱ ἀπὸ τῶν τειχῶν συναγωνιζόμενοι καὶ τοῖς ὀξυβελέσι καταπέλταις οὓς μὲν ἀπέκτεινον τῶν πολεμίων, οὓς δὲ κατετίτρωσκον.
というのも、城壁の上から共闘する者たちが彼らを援護し、鋭い矢を放つカタパルトによって、敵のある者を殺し、別のある者を負傷させたからである。

語釈・文法注

  1. 17.24.2ὄντι δʼ αὐτῷ — 現在分詞の男性単数与格で、代名詞 αὐτῷ(アレクサンドロス)を修飾している。これは文法的な独立分詞(属格絶対)ではなく、後続の動詞 ἀπήντησεν(〜に出会った)の与格支配に基づく間接目的語として機能している。
  2. 17.24.4ἐβιάζετο — 動詞 βιάζομαι(強行する、強いる)の未完了過去形。ここでは「試みの未完了(conative imperfect)」として用いられており、動作が実際に完了した(突入に成功した)ことではなく、「突入しようと試みた、努力した」という進行中の試みを表す。
  3. 17.24.6οὓς μὲν ... οὓς δὲ — 代名詞としての関係代名詞に μὲν と δὲ を伴わせた古典期の慣用表現で、「ある者たちを…、また他の者たちを…」という対比的な分割を表す(ここでは ἀπέκτεινον および κατετίτρωσκον の直接目的語である対格複数形)。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §17.24.1-17.24.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.24.1-17.24.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。