Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §17.23.1-17.23.6

解散舰队的意图与哈利卡尔纳索斯的防备

第 628 段,共 723 段 · 希腊语

内容简介

本节探讨了亚历山大解散舰队的战略意图,并引用了阿加托克利斯背水一战的先例,随后叙述了波斯军队聚集在哈利卡尔纳索斯,以及门农被大流士委以全权并着手准备防御。

§17.23.1ἔνιοι δὲ λέγουσι τὸν Ἀλέξανδρον στρατηγικῶς ἐπινοῆσαι τὴν τοῦ στόλου κατάλυσιν· προσδοκίμου γὰρ ὄντος τοῦ Δαρείου καὶ μελλούσης μεγάλης παρατάξεως συντελεῖσθαι νομίσαι τοὺς Μακεδόνας ἐκθυμότερον ἀγωνιεῖσθαι παραιρεθείσης τῆς κατὰ τὴν φυγὴν ἐλπίδος.
然而,有些人说,亚历山大出于战略意图策划了解散舰队;因为当时大流士的到来已在大意料之中,且一场大战即将展开,他认为如果夺走了逃跑的希望,马其顿人将会更加奋勇地战斗。
§17.23.2τὸ δʼ αὐτὸ πρᾶξαι κατὰ τὴν ἐπὶ Γρανικῷ μάχην· κατὰ νώτου γὰρ λαβεῖν τὸν ποταμόν, ὅπως μηδεὶς ἐπιβάληται φεύγειν προδήλου τῆς ἀπωλείας οὔσης τῶν διωκομένων ἐν τῷ τοῦ ποταμοῦ ῥείθρῳ.
他们还说,他在格拉尼库斯河之役中也采取了同样的做法;因为他将河流置于身后,使任何人都无法企图逃跑,因为在河水急流中被追击者的灭亡是显而易见的。
καὶ γὰρ κατὰ τοὺς ὕστερον χρόνους Ἀγαθοκλέα τὸν Συρακοσίων βασιλέα μιμησάμενον τὴν Ἀλεξάνδρου στρατηγίαν ἀνέλπιστον καὶ μεγάλην νίκην περιποιήσασθαι· §17.23.3διαβάντα γὰρ αὐτὸν εἰς Λιβύην μετʼ ὀλίγης δυνάμεως καὶ τὰς ναῦς ἐμπρήσαντα παρελέσθαι μὲν τῶν στρατιωτῶν τὰς ἐκ τοῦ φεύγειν ἐλπίδας, συναναγκάσαι δὲ γενναίως ἀγωνίσασθαι καὶ διὰ τοῦτο Καρχηδονίων ἀντιταχθέντων πολλαῖς μυριάσι νικῆσαι.
事实上,在后来的时代,叙拉古国王阿加托克利斯模仿了亚历山大的战略,赢得了一场意想不到的伟大胜利;因为他仅带着少许兵力渡海前往利比亚,并烧毁了船只,从而夺走了士兵们逃跑的希望,迫使他们英勇作战,因此,尽管迦太基人以数万大军对抗,他依然取得了胜利。
§17.23.4μετὰ δὲ τὴν ἅλωσιν τῆς Μιλήτου τὸ πλῆθος τῶν Περσῶν καὶ τῶν μισθοφόρων, ἔτι δʼ οἱ πρακτικώτατοι τῶν ἡγεμόνων συνέδραμον εἰς τὴν Ἁλικαρνασσόν.
在米雷托斯陷落之后,大批波斯人和雇工、以及将领中最具行动力的人,都聚集到了哈利卡尔纳索斯。
αὕτη δὲ ἡ πόλις μεγίστη τῶν κατὰ τὴν Καρίαν ἦν, βασίλεια μὲν ἐσχηκυῖα τὰ Καρῶν, ἀκροπόλεσι δὲ καλῶς κεκοσμημένη.
这座城市是卡里亚地区最大的城市,曾是卡里亚人的王宫所在地,并因拥有美丽的卫城而装饰精美。
§17.23.5κατὰ δὲ τὸν αὐτὸν καιρὸν Μέμνων μὲν τήν τε γυναῖκα καὶ τὰ τέκνα πρὸς Δαρεῖον ἔπεμψε καὶ τούτῳ παραθέμενος ἅμα μὲν ὑπέλαβε τῆς ἀσφαλείας αὐτῶν καλῶς πεπρονοῆσθαι, ἅμα δὲ τὸν βασιλέα καλοὺς ὁμήρους ἔχοντα προθυμότερον ἐμπιστεύσειν αὐτῷ τὴν τῶν ὅλων ἡγεμονίαν· ὅπερ καὶ συνέβη γενέσθαι.
与此同时,门农将妻子和儿女送往大流士处,在将他们托付给他的同时,一方面他认为他们的安全得到了妥善的保障,另一方面他认为国王手握极好的人质,会更乐意将全局的指挥权托付给他;而这确实也发生了。
§17.23.6εὐθὺς γὰρ ὁ Δαρεῖος ἔπεμψεν ἐπιστολὰς πρὸς τοὺς κατὰ θάλατταν οἰκοῦντας, προστάττων ἅπαντας ὑπακούειν τῷ Μέμνονι.
因为大流士随即致信沿海居民,命令所有人服从门农。
διόπερ οὗτος παραλαβὼν τὴν τῶν ὅλων ἡγεμονίαν παρεσκευάζετο πάντα τὰ χρήσιμα πρὸς πολιορκίαν ἐν τῇ πόλει τῶν Ἁλικαρνασσέων.
因此,门农在接管全局指挥权后,便在哈利卡尔纳索斯人的城市里准备了所有用于围城战的有用物资。

词汇与语法注释

  1. 17.23.1νομίσαι — 不定式 νομίσαι 依附于主句动词 λέγουσι(“有人说”),其逻辑主语为宾格的 τὸν Ἀλέξανδρον。随后的宾格加不定式结构(τοὺς Μακεδόνας ἐκθυμότερον ἀγωνιεῖσθαι)作为 νομίσαι 的宾语。
  2. 17.23.2προδήλου τῆς ἀπωλείας οὔσης — 属格独立结构。名词 τῆς ἀπωλείας 作主语,现在分词 οὔσης 作谓语,形容词 προδήλου 作表语,用以表达被追击者注定灭亡这一事实的因果关系。
  3. 17.23.5πεπρονοῆσθαι — 动词 προνοέομαι 的完成时被动不定式。此处用作无人称或被动意义(表示“已做好准备”),其支配的属格 τῆς ἀσφαλείας 表示该准备或关照的对象。
  4. 17.23.5ἐμπιστεύσειν — 作为主句动词 ὑπέλαβε 宾语从句的将来时不定式,其逻辑主语为宾格的 τὸν βασιλέα(大流士)。与格的 αὐτῷ 指代门农,宾格的 τὴν τῶν ὅλων ἡγεμονίαν 是直接宾语。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §17.23.1-17.23.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.23.1-17.23.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。