Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §17.22.1-17.22.5

攻克米雷托斯与解散海军

第 627 段,共 723 段 · 希腊语

内容简介

亚历山大包围了米雷托斯,并在发起猛烈进攻后将其攻克。他宽待了米雷托斯市民,却将其他居民变为奴隶,并解散了耗资巨大的大部分海军。

§17.22.1εἰς δὲ τὴν Μίλητον συμπεφευγότων τῶν διασωθέντων ἐκ τῆς μάχης Περσῶν μετὰ Μέμνονος τοῦ στρατηγοῦ ὁ μὲν βασιλεὺς πλησίον τῆς πόλεως στρατοπεδεύσας καθʼ ἡμέραν συνεχεῖς προσβολὰς τοῖς τείχεσιν ἐκ διαδοχῆς ἐποιεῖτο,
当从战斗中幸存下来的波斯人与将军门农一起逃往米雷托斯时,国王在城市附近驻扎,每天轮番对城墙发起连续不断的攻击。
§17.22.2οἱ δὲ πολιορκούμενοι τὸ μὲν πρῶτον ῥᾳδίως ἀπὸ τῶν τειχῶν ἠμύνοντο, πολλῶν μὲν στρατιωτῶν ἠθροισμένων εἰς τὴν πόλιν, βελῶν δὲ καὶ τῶν ἄλλων τῶν εἰς τὴν πολιορκίαν χρησίμων δαψιλῆ χορηγίαν ἔχοντες·
被包围的人起初很容易地从城墙上进行防守,因为有许多士兵聚集在城里,且他们拥有充足的箭矢及其他用于围城战的有用物资的供应。
§17.22.3ἐπεὶ δὲ ὁ βασιλεὺς φιλοτιμότερον ταῖς τε μηχαναῖς ἐσάλευε τὰ τείχη καὶ τὴν πολιορκίαν ἐνεργεστάτην ἐποιεῖτο κατὰ γῆν ἅμα καὶ κατὰ θάλατταν οἵ τε Μακεδόνες διὰ τῶν πιπτόντων τειχῶν εἰσεβιάζοντο, τηνικαῦτα κατισχυόμενοι πρὸς φυγὴν ἐτράποντο.
然而,当国王更加卖力地用攻城器械震撼城墙,并在陆地和海上同时展开极活跃的围攻,而马其顿人也穿过倒塌的城墙强行攻入时,在那时,他们因被压制而转身逃跑。
§17.22.4εὐθὺ δʼ οἱ Μιλήσιοι μεθʼ ἱκετηριῶν τῷ βασιλεῖ προσπίπτοντες παρέδωκαν σφᾶς αὐτοὺς καὶ τὴν πόλιν.
米雷托斯人随即手持求饶的橄榄枝跪倒在国王面前,献出了他们自己和城市。
τῶν δὲ βαρβάρων οἱ μὲν ὑπὸ τῶν Μακεδόνων ἀνῃρέθησαν, οἱ δὲ τῆς πόλεως ἐκπίπτοντες ἔφευγον, οἱ δʼ ἄλλοι πάντες ἥλωσαν.
至于蛮族,有的被马其顿人斩杀,有的在逃出城市时败逃,其余的人则全都被俘。
§17.22.5ὁ δʼ Ἀλέξανδρος τοῖς μὲν Μιλησίοις φιλανθρώπως προσηνέχθη, τοὺς δʼ ἄλλους ἅπαντας ἐξηνδραποδίσατο.
亚历山大宽厚地对待了米雷托斯人,却将其他所有人变卖为奴。
τῆς δὲ ναυτικῆς δυνάμεως οὔσης ἀχρήστου καὶ δαπάνας μεγάλας ἐχούσης κατέλυσε τὸ ναυτικὸν πλὴν ὀλίγων νεῶν, αἷς ἐχρῆτο πρὸς τὴν παρακομιδὴν τῶν πολιορκητικῶν ὀργάνων, ἐν αἷς ἦσαν αἱ παρʼ Ἀθηναίων νῆες συμμαχίδες εἴκοσιν.
由于海军既无用处又需巨大开支,他解散了海军,仅保留了少数用于运输攻城器械的船只,其中就包括来自雅典人的二十艘盟军船只。

词汇与语法注释

  1. 17.22.3ἐπεὶ δὲ ... τηνικαῦτα — 由连词 ἐπεὶ 引导的从句由于小词 τε 连接了多个动词句(ἐσάλευε、ἐποιεῖτο 和 εἰσεβιάζοντο)而变得冗长,直到指示副词 τηνικαῦτα(那时)出现,主句(κατισχυόμενοι πρὸς φυγὴν ἐτράποντο)才被引入。
  2. 17.22.5ὀλίγων νεῶν, αἷς ἐχρῆτο ... ἐν αἷς ἦσαν — 介词 πλὴν(除……之外)所支配的属格短语 ὀλίγων νεῶν 作为先行词,首先由与格关系代词限定性从句 αἷς ἐχρῆτο... 修饰,接着又由另一个由介词短语 ἐν αἷς 引导的关系代词非限定性从句进行重叠修饰或补充说明。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §17.22.1-17.22.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.22.1-17.22.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。