§17.21.1περὶ δʼ ἀμφοτέρων τῶν πεσόντων οἱ συγγενεῖς ἀθρόοι συστραφέντες τὸ μὲν πρῶτον ἠκόντιζον ἐπὶ τὸν Ἀλέξανδρον, ἔπειτα δὲ καὶ συστάδην μαχόμενοι πάντα κίνδυνον ὑπέμενον ὑπὲρ τοῦ φονεῦσαι τὸν βασιλέα.
倒毙两者的亲属们成群聚集起来,起初向亚历山大投掷标枪,随后在白兵战中肉搏,为了杀死国王而不惜冒一切危险。
§17.21.2ὁ δὲ καίπερ πολλοῖς καὶ μεγάλοις κινδύνοις συνεχόμενος ὅμως οὐκ ἐνικᾶτο τοῖς πλήθεσι τῶν πολεμίων, ἀλλὰ δύο μὲν ἔχων εἰς τὸν θώρακα πληγάς, μίαν δὲ εἰς τὸ κράνος, τρεῖς δʼ εἰς τὸ καθαιρεθὲν ὅπλον ἐκ τοῦ νεὼ τῆς Ἀθηνᾶς ὅμως οὐκ ἐνεδίδου, ἀλλὰ τῷ παραστήματι τῆς ψυχῆς ἐπαιρόμενος παντὸς δεινοῦ κατεξανίστατο.
然而,他尽管身陷重重危险之中,却仍未被众多的敌人所压倒;相反,尽管他的胸甲遭受了两击,头盔遭受了一击,从雅典娜神庙中取下的盾牌遭受了三击,他依然没有屈服,反而因高昂的斗志而振作,挺身对抗一切险境。
§17.21.3μετὰ δὲ ταῦτα καὶ τῶν ἄλλων ἐπιφανῶν ἡγεμόνων παρʼ αὐτὸν ἐν τοῖς Πέρσαις ἔπεσον πλείους, ὧν ἦσαν ἐπιφανέστατοι Ἀτιζύης καὶ Φαρνάκης ὁ τῆς Δαρείου γυναικὸς ἀδελφός, ἔτι δὲ Μιθροβουζάνης ὁ Καππαδοκῶν ἡγούμενος.
此后,在波斯人一方,在他们身旁又有更多显赫的将领倒下,其中最著名的是阿蒂兹耶斯、大流士妻子的兄弟法尔纳克斯,以及统领卡帕多西亚人的米特罗布扎内斯。
§17.21.4διὸ καὶ πολλῶν ἡγεμόνων ἀναιρεθέντων καὶ τῶν Περσικῶν τάξεων ἁπασῶν ὑπὸ τῶν Μακεδόνων ἡττωμένων πρῶτον μὲν οἱ κατὰ τὸν Ἀλέξανδρον τεταγμένοι φυγεῖν ἠναγκάσθησαν, μετὰ δὲ ταῦτα καὶ τῶν ἄλλων τραπέντων ὁ μὲν βασιλεὺς ὁμολογούμενον τῆς ἀνδραγαθίας τὸ πρωτεῖον ἀπηνέγκατο καὶ τῆς ὅλης νίκης ἔδοξε μάλιστʼ αἴτιος γεγονέναι, μετὰ δὲ τοῦτον οἱ τῶν Θετταλῶν ἱππεῖς ἄριστα ταῖς εἴλαις χρώμενοι καὶ διαφόρως ἀγωνισάμενοι μεγάλην ἐπʼ ἀνδρείᾳ δόξαν ἔσχον.
因此,由于众多将官战死,波斯的所有战列都被马其顿人击破,首先是部署在亚历山大对面的敌人被迫逃跑,接着其他队伍也纷纷溃退。 国王赢得了无可争议的英勇首功,并被认为是获得整个胜利的最大功臣。 紧随其后的则是帖萨利骑兵,他们极佳地运用了其骑兵队,展现了卓越的战斗,因其勇猛而赢得了极大的声誉。
§17.21.5μετὰ δὲ τὴν τῶν ἱππέων τροπὴν οἱ πεζοὶ συμβαλόντες ἀλλήλοις ὀλίγον χρόνον ἠγωνίσαντο·
在骑兵溃败之后,步兵交战,但仅交手了很短的时间。
οἱ γὰρ βάρβαροι διὰ τὴν τῶν ἱππέων τροπὴν καταπλαγέντες καὶ ταῖς ψυχαῖς ἐνδόντες πρὸς φυγὴν ὥρμησαν.
因为蛮族被骑兵的溃败所震慑,丧失了斗志,纷纷转身逃跑。
§17.21.6ἀνῃρέθησαν δὲ τῶν Περσῶν οἱ πάντες πεζοὶ μὲν πλείους τῶν μυρίων, ἱππεῖς δὲ οὐκ ἐλάττους δισχιλίων, ἐζωγρήθησαν δʼ ὑπὲρ τοὺς δισμυρίους.
波斯人战死的总数中,步兵有一万多人,骑兵不少于二千人,而被俘虏的则超过两万人。
μετὰ δὲ τὴν μάχην ὁ βασιλεὺς τοὺς τετελευτηκότας ἔθαψε μεγαλοπρεπῶς, σπεύδων διὰ ταύτης τῆς τιμῆς τοὺς στρατιώτας προθυμοτέρους κατασκευάσαι πρὸς τοὺς ἐν ταῖς μάχαις κινδύνους.
战后,国王隆重地安葬了死者,企图通过这种荣誉使士兵们在面对战斗中的危险时更加勇往直前。
§17.21.7αὐτὸς δʼ ἀναλαβὼν τὴν δύναμιν προῆγε διὰ τῆς Λυδίας, καὶ τὴν μὲν τῶν Σαρδιανῶν πόλιν καὶ τὰς ἀκροπόλεις, ἔτι δὲ τοὺς ἐν αὐταῖς θησαυρούς, παρέλαβε Μιθρίνους τοῦ σατράπου παραδόντος ἑκουσίως.
他自己带领军队穿过吕底亚前进,由于总督米特里内斯主动投降,他接管了萨尔迪斯城及其卫城,以及其中的财宝。