§17.22.1εἰς δὲ τὴν Μίλητον συμπεφευγότων τῶν διασωθέντων ἐκ τῆς μάχης Περσῶν μετὰ Μέμνονος τοῦ στρατηγοῦ ὁ μὲν βασιλεὺς πλησίον τῆς πόλεως στρατοπεδεύσας καθʼ ἡμέραν συνεχεῖς προσβολὰς τοῖς τείχεσιν ἐκ διαδοχῆς ἐποιεῖτο,
When the Persians who had survived the battle had fled to Miletus together with Memnon the general, the king, encamping near the city, made continuous attacks upon the walls day after day in relays.
§17.22.2οἱ δὲ πολιορκούμενοι τὸ μὲν πρῶτον ῥᾳδίως ἀπὸ τῶν τειχῶν ἠμύνοντο, πολλῶν μὲν στρατιωτῶν ἠθροισμένων εἰς τὴν πόλιν, βελῶν δὲ καὶ τῶν ἄλλων τῶν εἰς τὴν πολιορκίαν χρησίμων δαψιλῆ χορηγίαν ἔχοντες·
Those who were besieged at first easily defended themselves from the walls, since many soldiers had assembled in the city, and they had an abundant supply of missiles and other things useful for a siege.
§17.22.3ἐπεὶ δὲ ὁ βασιλεὺς φιλοτιμότερον ταῖς τε μηχαναῖς ἐσάλευε τὰ τείχη καὶ τὴν πολιορκίαν ἐνεργεστάτην ἐποιεῖτο κατὰ γῆν ἅμα καὶ κατὰ θάλατταν οἵ τε Μακεδόνες διὰ τῶν πιπτόντων τειχῶν εἰσεβιάζοντο, τηνικαῦτα κατισχυόμενοι πρὸς φυγὴν ἐτράποντο.
But when the king shook the walls with his engines with greater determination and made the siege most vigorous by land as well as by sea, and the Macedonians forced their way through the falling walls, then, being overpowered, they turned to flight.
§17.22.4εὐθὺ δʼ οἱ Μιλήσιοι μεθʼ ἱκετηριῶν τῷ βασιλεῖ προσπίπτοντες παρέδωκαν σφᾶς αὐτοὺς καὶ τὴν πόλιν.
Straightway the Milesians, falling down before the king with suppliant olive-branches, surrendered themselves and the city.
τῶν δὲ βαρβάρων οἱ μὲν ὑπὸ τῶν Μακεδόνων ἀνῃρέθησαν, οἱ δὲ τῆς πόλεως ἐκπίπτοντες ἔφευγον, οἱ δʼ ἄλλοι πάντες ἥλωσαν.
Of the barbarians, some were slain by the Macedonians, others fled as they were driven out of the city, and all the rest were captured.
§17.22.5ὁ δʼ Ἀλέξανδρος τοῖς μὲν Μιλησίοις φιλανθρώπως προσηνέχθη, τοὺς δʼ ἄλλους ἅπαντας ἐξηνδραποδίσατο.
Alexander treated the Milesians humanely, but enslaved all the others.
τῆς δὲ ναυτικῆς δυνάμεως οὔσης ἀχρήστου καὶ δαπάνας μεγάλας ἐχούσης κατέλυσε τὸ ναυτικὸν πλὴν ὀλίγων νεῶν, αἷς ἐχρῆτο πρὸς τὴν παρακομιδὴν τῶν πολιορκητικῶν ὀργάνων, ἐν αἷς ἦσαν αἱ παρʼ Ἀθηναίων νῆες συμμαχίδες εἴκοσιν.
Since the fleet was useless and incurred great expenses, he disbanded the navy except for a few ships which he used for the transport of the siege engines, among which were the twenty allied ships from the Athenians.