§17.2.1ἐπʼ ἄρχοντος γὰρ Ἀθήνησιν Εὐαινέτου Ῥωμαῖοι κατέστησαν ὑπάτους Λεύκιον Φούριον καὶ Γάιον Μάνιον.
在雅典执政官埃瓦伊内托斯任内,罗马人任命卢基乌斯·富里乌斯与盖乌斯·迈尼乌斯为执政官。
ἐπὶ δὲ τούτων Ἀλέξανδρος διαδεξάμενος τὴν βασιλείαν πρῶτον μὲν τοὺς φονεῖς τοῦ πατρὸς τῆς ἁρμοζούσης τιμωρίας ἠξίωσε, μετὰ δὲ ταῦτα τῆς ταφῆς τοῦ γονέως τὴν ἐνδεχομένην ἐπιμέλειαν ποιησάμενος κατέστησε τὰ κατὰ τὴν ἀρχὴν πολὺ κάλλιον ἢ πάντες προσεδόκησαν.
在他们的任期内,亚历山大继承了王位,首先对刺杀他父亲的凶手处以了应有的惩罚;随后,他尽其可能地操办了父亲的葬礼,并将王国的事务整顿得比所有人预料的都要好得多。
§17.2.2νέος γὰρ ὢν παντελῶς καὶ διὰ τὴν ἡλικίαν ὑπό τινων καταφρονούμενος πρῶτον μὲν τὰ πλήθη οἰκείοις λόγοις παρεστήσατο πρὸς εὔνοιαν· ἔφη γὰρ ὄνομα μόνον διηλλάχθαι βασιλέως, τὰς δὲ πράξεις χειρισθήσεσθαι μηδὲν καταδεέστερον τῆς ἐπὶ τοῦ πατρὸς γενομένης οἰκονομίας·
因为他非常年轻,且因其年龄而受到一些人的轻视,所以他首先用恰当的言辞争取了大众的好感;因为他说,改变的只是国王的名字,而事务的处理将绝不逊色于他父亲在世时的治理。
ἔπειτα ταῖς πρεσβείαις χρηματίσας φιλανθρώπως παρεκάλεσε τοὺς Ἕλληνας τηρεῖν τὴν πρὸς αὐτὸν πατροπαράδοτον εὔνοιαν.
接着,他亲切地接见了各国使节,并请求希腊人保持对他的父辈传承下来的好意。
§17.2.3τῶν δὲ στρατιωτῶν πυκνὰς ποιησάμενος ἐξοπλισίας μελέτας τε καὶ γυμνασίας πολεμικὰς εὐπειθῆ κατεσκεύασε τὴν δύναμιν.
此外,他通过让士兵进行频繁的武装训练和军事演习,使军队变得驯服听话。
ἔχων δὲ τῆς βασιλείας ἔφεδρον Ἄτταλον τὸν ἀδελφὸν Κλεοπάτρας τῆς ἐπιγαμηθείσης ὑπὸ Φιλίππου τοῦτον ἔκρινεν ἐκ τοῦ ζῆν μεταστῆσαι· καὶ γὰρ ἐτύγχανε παιδίον ἐκ τῆς Κλεοπάτρας γεγονὸς τῷ Φιλίππῳ τῆς τελευτῆς τοῦ βασιλέως ὀλίγαις πρότερον ἡμέραις.
鉴于菲力娶过的克利奥帕特拉的兄弟阿塔罗斯是王位的潜在竞争者,他决定除掉此人;事实上,在国王去世前几天,克利奥帕特拉刚好为腓力生下了一个孩子。
§17.2.4ὁ δʼ Ἄτταλος προαπεσταλμένος ἦν εἰς τὴν Ἀσίαν στρατηγὸς τῶν δυνάμεων μετὰ Παρμενίωνος, εὐεργετικὸς δʼ ὢν καὶ ταῖς ὁμιλίαις ἐκθεραπεύων τοὺς στρατιώτας μεγάλης ἐτύγχανεν ἀποδοχῆς ἐν τῷ στρατοπέδῳ.
而阿塔罗斯此前已与帕曼纽一同作为军队将领被派往亚洲,由于他为人宽厚,并常在交往中巴结士兵,因而在军营中深受爱戴。
εὐλόγως οὖν τοῦτον εὐλαβεῖτο μήποτε τῆς ἀρχῆς ἀντιποιήσηται, συνεργοὺς λαβὼν τῶν Ἑλλήνων τοὺς ἐναντιουμένους ἑαυτῷ.
因此,亚历山大理所当然地对他怀有戒心,担心他会拉拢那些反对自己的希腊人作为同伙,进而企图篡夺王位。
§17.2.5διόπερ τῶν φίλων προχειρισάμενος Ἑκαταῖον ἐξαπέστειλεν εἰς τὴν Ἀσίαν μετὰ τῶν ἱκανῶν στρατιωτῶν, δοὺς ἐντολὰς μάλιστα μὲν ἀγαγεῖν ζῶντα τὸν Ἄτταλον, ἐὰν δὲ τοῦτο μὴ δύνηται κατεργάσασθαι, δολοφονῆσαι τὸν ἄνδρα τὴν ταχίστην.
于是,他在朋友中挑选了赫卡泰乌斯,派其带着足够的士兵前往亚洲,下达指令最好是把阿塔罗斯活着抓回来,但如果做不到这一点,就要尽快将其刺杀。
§17.2.6οὗτος μὲν οὖν διαβὰς εἰς τὴν Ἀσίαν καὶ συμμίξας τοῖς περὶ τὸν Παρμενίωνα καὶ Ἄτταλον ἐπετήρει τὸν καιρὸν τῆς προκεχειρισμένης πράξεως.
于是此人渡海来到亚洲,与帕曼纽和阿塔罗斯的军队汇合,窥伺着执行预定任务的时机。