Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §17.2.1-17.2.6

アレクサンドロスの王位継承と国内統治の確立

607 / 723 箇所 · ギリシア語

要旨

アレクサンドロス3世は王位を継承した後、父の暗殺者を処刑し、王国の情勢を整える。さらに、軍隊や民衆を懐柔するとともに、将来の王位の強力な対抗者になりうるアッタロスの暗殺を企て、アジアへヘカタイオスを派遣する。

§17.2.1ἐπʼ ἄρχοντος γὰρ Ἀθήνησιν Εὐαινέτου Ῥωμαῖοι κατέστησαν ὑπάτους Λεύκιον Φούριον καὶ Γάιον Μάνιον.
アテナイでエウアイネトスがアルコンであったとき、ローマ人はルキウス・フリウスとガイウス・マエニウスを執政官に任命した。
ἐπὶ δὲ τούτων Ἀλέξανδρος διαδεξάμενος τὴν βασιλείαν πρῶτον μὲν τοὺς φονεῖς τοῦ πατρὸς τῆς ἁρμοζούσης τιμωρίας ἠξίωσε, μετὰ δὲ ταῦτα τῆς ταφῆς τοῦ γονέως τὴν ἐνδεχομένην ἐπιμέλειαν ποιησάμενος κατέστησε τὰ κατὰ τὴν ἀρχὴν πολὺ κάλλιον ἢ πάντες προσεδόκησαν.
彼らの任期において、アレクサンドロスは王位を継承し、まず父の暗殺者たちにふさわしい刑罰を科した。 その後、父親の葬儀に対して可能な限りの配慮を尽くした上で、王国の諸事をだれもが予想したよりはるかに見事に整えた。
§17.2.2νέος γὰρ ὢν παντελῶς καὶ διὰ τὴν ἡλικίαν ὑπό τινων καταφρονούμενος πρῶτον μὲν τὰ πλήθη οἰκείοις λόγοις παρεστήσατο πρὸς εὔνοιαν·
というのも、彼は完全に若者であり、年齢のゆえに一部の人々から軽んじられていたため、まず民衆をふさわしい言葉で好意へと引き入れた。
ἔφη γὰρ ὄνομα μόνον διηλλάχθαι βασιλέως, τὰς δὲ πράξεις χειρισθήσεσθαι μηδὲν καταδεέστερον τῆς ἐπὶ τοῦ πατρὸς γενομένης οἰκονομίας·
彼は、変更されたのは王の名だけであって、諸事は父の時代の統治に比べていささかも劣ることなく処理されるであろう、と語ったからである。
ἔπειτα ταῖς πρεσβείαις χρηματίσας φιλανθρώπως παρεκάλεσε τοὺς Ἕλληνας τηρεῖν τὴν πρὸς αὐτὸν πατροπαράδοτον εὔνοιαν.
次いで、使節たちと親切に応対し、ギリシア人たちに対して、自分への父祖伝来の好意を維持するよう求めた。
§17.2.3τῶν δὲ στρατιωτῶν πυκνὰς ποιησάμενος ἐξοπλισίας μελέτας τε καὶ γυμνασίας πολεμικὰς εὐπειθῆ κατεσκεύασε τὴν δύναμιν.
また、兵士たちに頻繁な武装訓練と軍事演習を行わせて、軍隊を従順なものにした。
ἔχων δὲ τῆς βασιλείας ἔφεδρον Ἄτταλον τὸν ἀδελφὸν Κλεοπάτρας τῆς ἐπιγαμηθείσης ὑπὸ Φιλίππου τοῦτον ἔκρινεν ἐκ τοῦ ζῆν μεταστῆσαι·
フィリッポスによって後妻として娶られたクレオパトラの兄弟であり、王位をうかがう対抗者であったアッタロスを、彼はこの世から抹殺することを決意した。
καὶ γὰρ ἐτύγχανε παιδίον ἐκ τῆς Κλεοπάτρας γεγονὸς τῷ Φιλίππῳ τῆς τελευτῆς τοῦ βασιλέως ὀλίγαις πρότερον ἡμέραις.
実際、王の死のわずか数日前に、フィリッポスとクレオパトラとの間に子供が生まれていたのである。
§17.2.4ὁ δʼ Ἄτταλος προαπεσταλμένος ἦν εἰς τὴν Ἀσίαν στρατηγὸς τῶν δυνάμεων μετὰ Παρμενίωνος, εὐεργετικὸς δʼ ὢν καὶ ταῖς ὁμιλίαις ἐκθεραπεύων τοὺς στρατιώτας μεγάλης ἐτύγχανεν ἀποδοχῆς ἐν τῷ στρατοπέδῳ.
アッタロスは、パルメニオンとともに軍の将軍としてあらかじめアジアへ派遣されており、寛大に振る舞い、言葉をかけることで兵士たちの機嫌を取っていたため、陣営で絶大な支持を得ていた。
εὐλόγως οὖν τοῦτον εὐλαβεῖτο μήποτε τῆς ἀρχῆς ἀντιποιήσηται, συνεργοὺς λαβὼν τῶν Ἑλλήνων τοὺς ἐναντιουμένους ἑαυτῷ.
したがって、彼が自分に反対するギリシア人たちを協力者として得て、王位を要求するのではないかと、アレクサンドロスが警戒したのは当然のことであった。
§17.2.5διόπερ τῶν φίλων προχειρισάμενος Ἑκαταῖον ἐξαπέστειλεν εἰς τὴν Ἀσίαν μετὰ τῶν ἱκανῶν στρατιωτῶν, δοὺς ἐντολὰς μάλιστα μὲν ἀγαγεῖν ζῶντα τὸν Ἄτταλον, ἐὰν δὲ τοῦτο μὴ δύνηται κατεργάσασθαι, δολοφονῆσαι τὸν ἄνδρα τὴν ταχίστην.
それゆえ、友人たちの中からヘカταιオスを選び、十分な数の兵士を伴わせてアジアへ派遣し、できればアッタロスを生きて連れて帰ること、もしそれが果たせなければ、直ちにその男を暗殺すること、という命令を与えた。
§17.2.6οὗτος μὲν οὖν διαβὰς εἰς τὴν Ἀσίαν καὶ συμμίξας τοῖς περὶ τὸν Παρμενίωνα καὶ Ἄτταλον ἐπετήρει τὸν καιρὸν τῆς προκεχειρισμένης πράξεως.
こうしてヘカταιオスはアジアへと渡り、パルメニオンやアッタロスらの軍勢と合流して、命じられた任務を実行する好機をうかがった。

語釈・文法注

  1. 17.2.1ἐπʼ ἄρχοντος γὰρ Ἀθήνησιν Εὐαινέτου — 属格独立句。当時のアテナイの執政官(アルコン)名によって出来事の年代を明示する標準的な年代記の表現形式である。
  2. 17.2.1τῆς ἁρμοζούσης τιμωρίας ἠξίωσε — 動詞 ἀξιόω(ふさわしいとみなす、処する)は、対象を対格(τοὺς φονεῖς)、科す刑罰を属格(τιμωρίας)で取る構文である。
  3. 17.2.2ὄνομα μόνον διηλλάχθαι βασιλέως — 主節の動詞 ἔφη に導かれた間接話法における対格不定詞構文。διηλλάχθαι は διαλλάσσω(変化させる、取り替える)の完了受動不定詞である。
  4. 17.2.3ἔφεδρον — 本来は競技などで戦わずに待機する「控え選手」を意味するが、政治・軍事の文脈では既存の支配者を脅かし、その地位を奪おうと待ち構える「王位の対抗者」あるいは「潜在的な脅威」を指す隠喩表現として使われている。
  5. 17.2.4εὐλόγως οὖν τοῦτον εὐλαβεῖτο μήποτε τῆς ἀρχῆς ἀντιποιήσηται — 懸念や警戒を表す動詞 εὐλαβοῦμαι(警戒する)が、接続詞 μή(〜しないように、〜するのではないかと)を伴う接続法(ἀντιποιήσηται)の従属節を導いている。また、従属節の主語となるべき Attalus が主節の対格目的語(τοῦτον)として前置される先取り構文(prolepsis)が使われている。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §17.2.1-17.2.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.2.1-17.2.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。