§17.1.1ἡ μὲν πρὸ ταύτης βύβλος, οὖσα τῆς ὅλης συντάξεως ἑξκαιδεκάτη, τὴν ἀρχὴν ἔσχεν ἀπὸ τῆς Φιλίππου τοῦ Ἀμύντου βασιλείας· περιελήφθησαν δʼ ἐν αὐτῇ πράξεις αἱ μὲν τοῦ Φιλίππου πᾶσαι μέχρι τῆς τελευτῆς, αἱ δὲ τῶν ἄλλων βασιλέων τε καὶ ἐθνῶν καὶ πόλεων ὅσαι γεγόνασι κατὰ τοὺς τῆς βασιλείας ταύτης χρόνους, ὄντας ἐτῶν εἴκοσι καὶ τεσσάρων.
本书之前的一卷,即整部著作的第十六卷,始于阿敏塔斯之子腓力的统治;其中包含了腓力直至其去世的所有事迹,以及在这位国王统治的二十四年期间内,其他国王、民族和城市所发生的一切事件。
§17.1.2ἐν ταύτῃ δὲ τὰς συνεχεῖς πράξεις ἀναγράφοντες ἀρξόμεθα μὲν ἀπὸ τῆς Ἀλεξάνδρου βασιλείας, περιλαβόντες δὲ τὰ τούτῳ τῷ βασιλεῖ πραχθέντα μέχρι τῆς τελευτῆς συναναγράψομεν καὶ τὰ ἅμα τούτοις συντελεσθέντα ἐν τοῖς γνωριζομένοις μέρεσι τῆς οἰκουμένης· οὕτω γὰρ μάλιστα ὑπολαμβάνομεν τὰς πράξεις εὐμνημονεύτους ἔσεσθαι, κεφαλαιωδῶς τεθείσας καὶ συνεχὲς ἐχούσας ταῖς ἀρχαῖς τὸ τέλος.
而在本卷中,在记述连续发生的事件时,我们将从亚历山大的统治开始,在囊括这位国王直至其去世所完成的事迹之同时,我们也将共同记述在此期间于已知的人类居住世界各地所达成的事件;因为我们认为,以这种纲要的形式安置事件,并使结尾与开头保持连续,最有助于使这些事件易于记忆。
§17.1.3ἐν ὀλίγῳ δὲ χρόνῳ μεγάλας πράξεις οὗτος ὁ βασιλεὺς κατειργάσατο καὶ διὰ τὴν ἰδίαν σύνεσίν τε καὶ ἀνδρείαν ὑπερεβάλετο τῷ μεγέθει τῶν ἔργων πάντας τοὺς ἐξ αἰῶνος τῇ μνήμῃ παραδεδομένους βασιλεῖς· §17.1.4ἐν ἔτεσι γὰρ δώδεκα καταστρεψάμενος τῆς μὲν Εὐρώπης οὐκ ὀλίγα, τὴν δὲ Ἀσίανσχεδὸν ἅπασαν εἰκότως περιβόητον ἔσχε τὴν δόξαν καὶ τοῖς παλαιοῖς ἥρωσι καὶ ἡμιθέοις ἰσάζουσαν.
因为这位国王在极短的时间内完成了伟大的功绩,并凭借他自身的智慧与勇气,在功绩的宏伟程度上超越了自古以来载入史册的所有国王;实际上,他在十二年内,征服了欧洲的不少地区,并几乎征服了整个亚洲,因而理所当然地获得了显赫的名声,可与古代的英雄和半神相媲美。
ἀλλὰ γὰρ οὐκ ἀναγκαῖον ἡμῖν ἐν τῷ προοιμίῳ προλαμβάνειν τι τῶν κατωρθωμένων τούτῳ τῷ βασιλεῖ· αὐταὶ γὰρ αἱ κατὰ μέρος πράξεις ἱκανῶς μηνύσουσι τὸ μέγεθος τῆς δόξης αὐτοῦ.
然而,我们无需在序言中预先叙述这位国王所取得的任何成就;因为个别的事迹本身就已经足够彰显他的名声之伟大。
§17.1.5Ἀλέξανδρος οὖν γεγονὼς κατὰ πατέρα μὲν ἀφʼ Ἡρακλέους, κατὰ δὲ μητέρα τῶν Αἰακιδῶν οἰκείαν ἔσχε τὴν φύσιν καὶ τὴν ἀρετὴν τῆς τῶν προγόνων εὐδοξίας.
因此,亚历山大在父系上是赫拉克勒斯的后代,在母系上是埃阿科斯家族的后裔,他拥有与先祖之辉煌声誉相称的天资与美德。
ἡμεῖς δὲ τοὺς ἁρμόττοντας τῇ γραφῇ χρόνους παραθέντες ἐπὶ τὰς οἰκείας τῆς ὑποκειμένης ἱστορίας πράξεις τρεψόμεθα.
而我们在列出适用于本篇叙述的年代之后,将转向目前所要探讨的历史中的具体事件。