Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §17.16.1-17.16.4

亚洲远征的商议与迪翁的祭典

第 621 段,共 723 段 · 希腊语

内容简介

返回马其顿的亚历山大就亚洲战役的时机与方针咨询了将领们,拒绝了推迟出征的建议,并在迪翁举行了盛大的祭祀、戏剧比赛及宴会以重振军队士气。

§17.16.1μετὰ δὲ ταῦτα ὁ μὲν βασιλεὺς ἐπανελθὼν μετὰ τῆς δυνάμεως εἰς τὴν Μακεδονίαν συνήγαγε τοὺς ἡγεμόνας τῶν στρατιωτῶν καὶ τοὺς ἀξιολογωτάτους τῶν φίλων καὶ προέθηκε βουλὴν περὶ τῆς εἰς τὴν Ἀσίαν διαβάσεως, πότε χρὴ στρατεύειν καὶ τίνι τρόπῳ χειριστέον τὸν πόλεμον.
此后,国王率军返回马其顿,召集了军队的将领和朋友中最有声望的人,就渡海进入亚洲一事展开讨论,即何时应当出征以及应当以何种方式进行这场战争。
§17.16.2τῶν δὲ περὶ τὸν Ἀντίπατρον καὶ Παρμενίωνα συμβουλευόντων πρότερον παιδοποιήσασθαι καὶ τότε τοῖς τηλικούτοις ἐγχειρεῖν ἔργοις, δραστικὸς ὢν καὶ πρὸς πᾶσαν πράξεως ἀναβολὴν ἀλλοτρίως διακείμενος ἀντεῖπε τούτοις·
当安提帕特和帕曼纽及其同僚建议应当先繁衍后代、然后再着手进行如此重大的事业时,行动果断且不愿对任何行动有所拖延的国王反对他们。
αἰσχρὸν γὰρ ὑπάρχειν ἀπεφαίνετο τὸν ὑπὸ τῆς Ἑλλάδος ἡγεμόνα καθεσταμένον τοῦ πολέμου καὶ πατρικὰς ἀνικήτους δυνάμεις παρειληφότα καθῆσθαι γάμους ἐπιτελοῦντα καὶ τέκνων γενέσεις ἀναμένοντα.
因为他表明,一个被希腊确立为战争统帅、并继承了父辈无敌军队的人,却闲坐着举行婚礼并等待子嗣降生,这是可耻的。
§17.16.3διδάξας οὖν αὐτοὺς περὶ τοῦ συμφέροντος καὶ παρορμήσας διὰ τῶν λόγων πρὸς τοὺς ἀγῶνας θυσίας μεγαλοπρεπεῖς τοῖς θεοῖς συνετέλεσεν ἐν Δίῳ τῆς Μακεδονίας καὶ σκηνικοὺς ἀγῶνας Διὶ καὶ Μούσαις, οὓς Ἀρχέλαος ὁ προβασιλεύσας πρῶτος κατέδειξε.
因此,在向他们说明了何为有利并用言辞激励他们去战斗之后,他在马其顿的迪翁向神明举行了盛大的祭祀,并为宙斯和缪斯举办了戏剧比赛,这些比赛是先前的国王阿基劳斯最早创立的。
§17.16.4τὴν δὲ πανήγυριν ἐφʼ ἡμέρας ἐννέα συνετέλεσεν, ἑκάστῃ τῶν Μουσῶν ἐπώνυμον ἡμέραν ἀναδείξας.
他将这一节日庆祝了九天,宣布每一天以一位缪斯的名字命名。
σκηνὴν δὲ κατασκευασάμενος ἑκατοντάκλινον τούς τε φίλους καὶ τοὺς ἡγεμόνας, ἔτι δὲ τοὺς ἀπὸ τῶν πόλεων πρέσβεις παρέλαβεν ἐπὶ τὴν εὐωχίαν.
他搭建了一个可容纳一百张卧榻的账篷,邀请朋友、将领以及各城邦的使者参加宴会。
λαμπραῖς δὲ παρασκευαῖς χρησάμενος καὶ πολλοὺς μὲν ἑστιάσας, πάσῃ δὲ τῇ δυνάμει διαδοὺς ἱερεῖα καὶ τἄλλα τὰ πρὸς τὴν εὐωχίαν ἀνήκοντα προσανέλαβε τὸ στρατόπεδον.
在进行了华丽的准备并款待了众人之后,他向全军分发了祭肉和宴会所需的其他物资,从而重振了军队的士气。

词汇与语法注释

  1. §17.16.2τῶν δὲ περὶ τὸν Ἀντίπατρον καὶ Παρμενίωνα συμβουλευόντων — 属格绝对结构(genitive absolute)。现在分词 `συμβουλευόντων` 的逻辑主语是“安提帕特和帕曼纽及其同僚” (`οἱ περὶ τὸν Ἀντίπατρον καὶ Παρμενίωνα`),他们向国王提出的建议内容由随后的不定式短语 `παιδοποιήσασθαι` 和 `ἐγχειρεῖν` 表示。
  2. §17.16.2αἰσχρὸν γὰρ ὑπάρχειν ἀπεφαίνετο τὸν ὑπὸ τῆς Ἑλλάδος ἡγεμόνα καθεσταμένον τοῦ πολέμου καὶ πατρικὰς ἀνικήτους δυνάμεις παρειληφότα καθῆσθαι γάμους ἐπιτελοῦντα καὶ τέκνων γενέσεις ἀναμένοντα — 由 `ἀπεφαίνετο`(他表明)引导的间接引语。带关系代词的不定式结构 `αἰσχρὸν ὑπάρχειν`(是可耻的)的主语是另一个不定式短语 `τὸν ... καθῆσθαι`(某人闲坐)。该不定式的主语 `τὸν`(指国王)受到完成时分词 `καθεσταμένον` 和 `παρειληφότα` 的修饰,而不定式 `καθῆσθαι` 则伴随着现在分词 `ἐπιτελοῦντα` 和 `ἀναμένοντα` 来具体描绘其闲坐的状态。
  3. §17.16.4προσανέλαβε — 动词 `προσαναλαμβάνω` 的不定过去时,具有“重振”、“恢复”或“争取”等含义。在此语境下,它指通过分发食物和祭肉来“恢复”或“重振”军队(`τὸ στρατόπεδον`)的身体和精神状态(士气)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §17.16.1-17.16.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.16.1-17.16.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。