Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §17.17.1-17.17.7

渡海进军亚洲与特洛伊检阅全军

第 622 段,共 723 段 · 希腊语

内容简介

亚历山大率军渡海进入亚洲,在特洛伊登陆并宣布领有该地,文中详细列出了远征军和留守欧洲军队的兵力构成。同时记录了在雅典娜神域中,祭司亚历山大根据吉兆向国王预言胜利的情景。

§17.17.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Κτησικλέους Ῥωμαῖοι μὲν ὑπάτους κατέστησαν Γάιον Σουλπίκιον καὶ Λεύκιον Παπίριον.
在克特西克勒斯于雅典担任执政官期间,罗马人任命盖乌斯·苏尔皮基乌斯和卢基乌斯·帕皮里乌斯为执政官。
Ἀλέξανδρος δὲ μετὰ τῆς δυνάμεως πορευθεὶς ἐπὶ τὸν Ἑλλήσποντον διεβίβασε τὴν δύναμιν ἐκ τῆς Εὐρώπης εἰς τὴν Ἀσίαν.
亚历山大率军前往赫勒斯滂,将他的军队从欧洲运送到亚洲。
§17.17.2αὐτὸς δὲ μακραῖς ναυσὶν ἑξήκοντα καταπλεύσας πρὸς τὴν Τρῳάδα χώραν πρῶτος τῶν Μακεδόνων ἀπὸ τῆς νεὼς ἠκόντισε μὲν τὸ δόρυ, πήξας δʼ εἰς τὴν γῆν καὶ αὐτὸς ἀπὸ τῆς νεὼς ἀφαλλόμενος παρὰ τῶν θεῶν ἀπεφαίνετο τὴν Ἀσίαν δέχεσθαι δορίκτητον.
他自己率领六十艘战船驶往特洛伊地区,作为马其顿人中第一个从船上掷出长矛的人,将矛刺入大地,自己也从船上跳下,声称自己从神明那里接受了亚洲,作为用长矛夺取的土地。
§17.17.3καὶ τοὺς μὲν τάφους τῶν ἡρώων Ἀχιλλέως τε καὶ Αἴαντος καὶ τῶν ἄλλων ἐναγίσμασι καὶ τοῖς ἄλλοις τοῖς πρὸς εὐδοξίαν ἀνήκουσιν ἐτίμησεν, αὐτὸς δὲ τὸν ἐξετασμὸν τῆς ἀκολουθούσης δυνάμεως ἀκριβῶς ἐποιήσατο.
他用献给死者的祭品和属于荣耀的其他仪式,向英雄阿喀琉斯、埃阿斯以及其他人的陵墓表示敬意,而他自己则对随行的军队进行了精确的检阅。
εὑρέθησαν δὲ πεζοὶ Μακεδόνες μὲν μύριοι καὶ δισχίλιοι, σύμμαχοι δὲ ἑπτακισχίλιοι, μισθοφόροι δὲ πεντακισχίλιοι, καὶ τούτων ἁπάντων Παρμενίων εἶχε τὴν ἡγεμονίαν.
结果发现,马其顿步兵有一万二千人,盟友七千人,雇佣兵五千人,帕曼纽拥有对所有这些军队的指挥权。
§17.17.4Ὀδρύσαι δὲ καὶ Τριβαλλοὶ καὶ Ἰλλυριοὶ συνηκολούθουν ἑπτακισχίλιοι, τοξοτῶν δὲ καὶ τῶν Ἀγριάνων καλουμένων χίλιοι, ὥστε τοὺς ἅπαντας εἶναι πεζοὺς τρισμυρίους καὶ δισχιλίους.
奥德里西亚人、特里巴利人和伊利里亚人随行,共七千人,弓箭手和被称为阿格里安人的人有一千人,因此步兵总数为三万二千人。
ἱππεῖς δʼ ὑπῆρχον Μακεδόνες μὲν χίλιοι καὶ ὀκτακόσιοι, Φιλώτου τοῦ Παρμενίωνος ἡγουμένου, Θετταλοὶ δὲ χίλιοι καὶ ὀκτακόσιοι, ὧν ἡγεῖτο Κάλλας ὁ Ἁρπάλου, τῶν δʼ ἄλλων Ἑλλήνων οἱ πάντες ἑξακόσιοι, ὧν ἡγεῖτο Ἐρίγυιος, Θρᾷκες δὲ πρόδρομοι καὶ Παίονες ἐννακόσιοι, Κάσανδρον ἔχοντες ἡγεμόνα, ὥστε τοὺς σύμπαντας ὑπάρχειν ἱππεῖς τετρακισχιλίους καὶ πεντακοσίους.
骑兵中,马其顿人有一千八百人,由帕曼纽之子菲罗塔斯指挥;帖撒罗尼迦人有一千八百人,由哈帕鲁斯之子卡拉斯指挥;其余希腊人总共六百人,由埃里吉乌斯指挥;色雷斯先锋骑兵和派奥尼亚人有九百人,由卡山德指挥,因此骑兵总数达四千五百人。
οἱ μὲν οὖν μετʼ Ἀλεξάνδρου διαβάντες εἰς τὴν Ἀσίαν τοσοῦτοι τὸ πλῆθος ἦσαν.
那么,与亚历山大一起渡海进入亚洲的人数就是这么多。
§17.17.5οἱ δʼ ἐπὶ τῆς Εὐρώπης ἀπολελειμμένοι στρατιῶται, ὧν Ἀντίπατρος εἶχε τὴν ἡγεμονίαν, πεζοὶ μὲν ὑπῆρχον μύριοι καὶ δισχίλιοι, ἱππεῖς δὲ χίλιοι καὶ πεντακόσιοι.
而被留在欧洲的士兵,由安提帕特指挥,共有步兵一万二千人,骑兵一千五百人。
§17.17.6τοῦ δὲ βασιλέως ἀναζεύξαντος ἐκ τῆς Τρῳάδος καὶ καταντήσαντος πρὸς τὸ τέμενος τῆς Ἀθηνᾶς ὁ μὲν θύτης Ἀλέξανδρος κατανοήσας πρὸ τοῦ νεὼ κειμένην εἰκόνα χαμαὶ τοῦ Φρυγίας ποτὲ σατραπεύσαντος Ἀριοβαρζάνου καί τινων οἰωνῶν αἰσίων ἄλλων ἐπιγενομένων προσῆλθε τῷ βασιλεῖ καὶ νικήσειν αὐτὸν ἱππομαχίᾳ μεγάλῃ διεβεβαιοῦτο καὶ μάλιστʼ, ἂν τύχῃ περὶ τὴν Φρυγίαν ἀγωνισάμενος.
当国王从特洛伊地区启程并抵达雅典娜的神域时,祭司亚历山大注意到,神殿前躺着曾任弗里吉亚总督的阿里奥巴尔赞的塑像,并且还发生了一些其他吉祥的预兆,于是他走近国王,向他确证他将在一次重大的骑兵战中获胜,尤其是如果他碰巧在弗里吉亚一带战斗的话。
§17.17.7προσετίθει δὲ καὶ διότι ταῖς ἰδίαις χερσὶν ἀποκτενεῖ μαχόμενος ἐν παρατάξει στρατηγὸν ἐπιφανῆ τῶν πολεμίων· ταῦτα γὰρ αὐτῷ προσημαίνειν τοὺς θεοὺς καὶ μάλιστα τὴν Ἀθηνᾶν, ἣν καὶ συνεργήσειν ἐν τοῖς εὐημερήμασιν.
他还补充说,国王在列阵交战时,将亲手杀死敌人的一位显赫将领;因为神明,特别是雅典娜,正在向他预示这些,她也将在他胜利的事业中提供协助。

词汇与语法注释

  1. 17.17.2ἀπεφαίνετο τὴν Ἀσίαν δέχεσθαι δορίκτητον — 由动词 `ἀπεφαίνετο`(“表明”)引导的带体词不定式结构。不定式 `δέχεσθαι` 的逻辑主语因与主句主语 `αὐτός` 相同而省略。`δορίκτητον` 是修饰受格名词 `τὴν Ἀσίαν` 的谓语性形容词,表示“作为用长矛夺取的土地(接受)”。
  2. 17.17.6ἂν τύχῃ περὶ τὴν Φρυγίαν ἀγωνισάμενος — 条件从句(`ἂν` = `ἐάν` 连用虚拟语气 `τύχῃ`),使用了 `τυγχάνω` + 分词(`ἀγωνισάμενος`)的句式。`τυγχάνω` 意为“碰巧……”或“实际进行……”,在此表示未来不确定的假设。
  3. 17.17.7ταῦτα γὰρ αὐτῷ προσημαίνειν τοὺς θεοὺς — 在由表示原因的连词 `γάρ` 引导的从句中,使用了不定式 `προσημαίνειν`(以及随后的 `συνεργήσειν`)而非直陈式动词。这是因为传达预言家预言内容的间接引语效力延伸到了原因从句和关系从句(`ἣν`)的内部。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §17.17.1-17.17.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.17.1-17.17.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。