§17.15.1μετὰ δὲ ταῦτα εἰς τὰς Ἀθήνας ἐξαπέστειλε τοὺς ἐξαιτήσοντας τῶν ῥητόρων δέκα τοὺς κατʼ αὐτοῦ πεπολιτευμένους, ὧν ὑπῆρχον ἐπιφανέστατοι Δημοσθένης καὶ Λυκοῦργος.
此后,他派遣使者前往雅典,要求交出十名曾反对他进行政治活动的演说家,其中最著名的便是德摩斯梯尼和莱库古。
συναχθείσης οὖν ἐκκλησίας καὶ τῶν πρεσβευτῶν εἰσαχθέντων εἰς τὸ πλῆθος ὁ μὲν δῆμος ἀκούσας τῶν λόγων εἰς πολλὴν ἀγωνίαν καὶ ἀπορίαν ἐνέπεσεν.
当公民大会召开,使者被引介给民众时,雅典人民听到这些要求后,陷入了极大的焦虑和困惑之中。
ἅμα μὲν γὰρ ἔσπευδε τὸ τῆς πόλεως ἀξίωμα τηρεῖν, ἅμα δὲ διὰ τὴν Θηβαίων ἀπώλειαν ἐκπεπληγμένος τὸ δεινὸν περίφοβος καθειστήκει, νουθετούμενος τοῖς τῶν πλησιοχώρων ἀτυχήμασι.
因为他们一方面急于维护城邦的尊严,另一方面又因底比斯的毁灭而对那恐怖的景象感到极其恐惧,并从邻邦的灾难中吸取了教训。
§17.15.2πολλῶν δὲ λόγων γινομένων κατὰ τὴν ἐκκλησίαν Φωκίων μὲν ὁ χρηστός, ἀντιπολιτευόμενος τοῖς περὶ τὸν Δημοσθένην, ἔφη δεῖν τοὺς ἐξαιτουμένους μιμήσασθαι τὰς Λεὼ κόρας καὶ τὰς Ὑακινθίδας καὶ τὸν θάνατον ἑκουσίως ὑπομεῖναι ἕνεκα τοῦ μηδὲν ἀνήκεστον παθεῖν τὴν πατρίδα καὶ τὴν ἀνανδρίαν καὶ δειλίαν ὠνείδιζε τῶν μὴ βουλομένων ὑπὲρ τῆς πόλεως τελευτᾶν·
在大会上进行诸多辩论时,政治上反对德摩斯梯尼一派的“仁者”福基翁说,那些被要求交出的人应该效仿莱奥斯的女儿们和雅辛托斯的女儿们,自愿承受死亡,以使祖国免遭毁灭性的灾难,并谴责那些不愿为城邦献身之人的软弱与胆怯。
ὁ δὲ δῆμος τοῦτον μὲν τοῖς θορύβοις ἐξέβαλε, προσάντως ἀκούων τοὺς λόγους,
然而,民众对他的话感到反感,用喧哗声将他轰了下去。
§17.15.3Δημοσθένους δὲ λόγον πεφροντισμένον διελθόντος ὁ δῆμος εἰς συμπάθειαν τῶν ἀνδρῶν προαχθεὶς φανερὸς ἦν σώζειν βουλόμενος τοὺς ἄνδρας.
在德摩斯梯尼发表了一篇精心准备的演说后,民众对这些人产生了同情,显然希望营救他们。
ἐπὶ τελευτῆς δὲ Δημάδης, πεπεισμένος ὑπὸ τῶν περὶ Δημοσθένην, ὥς φασι, πέντε ταλάντοις ἀργυρίου, συνεβούλευε μὲν σώζειν τοὺς κινδυνεύοντας, παρανέγνω δὲ ψήφισμα γεγραμμένον φιλοτέχνως· περιεῖχε γὰρ παραίτησιν τῶν ἀνδρῶν καὶ ἐπαγγελίαν τοῦ κολάζειν κατὰ τοὺς νόμους, ἂν ὦσιν ἄξιοι τιμωρίας.
最后,德马德斯(据说他被德摩斯梯尼一派用五塔兰同白银说服)建议拯救这些处于危险中的人,并宣读了一份起草得十分巧妙的提案;因为该提案包含了对这些人的求情,以及承诺如果他们确实该受惩罚,将依法予以惩处。
§17.15.4ὁ μὲν οὖν δῆμος ἀποδεξάμενος τὴν ἐπίνοιαν τοῦ Δημάδου τό τε ψήφισμα ἐκύρωσε καὶ τὸν Δημάδην μεθʼ ἑτέρων ἀπέστειλε πρεσβευτὴν πρὸς τὸν βασιλέα, δοὺς ἐντολὴν καὶ περὶ τῶν Θηβαίων φυγάδων ἀξιῶσαι τὸν Ἀλέξανδρον συγχωρῆσαι τῷ δήμῳ τοὺς πεφευγότας Θηβαίους ὑποδέχεσθαι.
因此,民众采纳了德马德斯的建议,通过了该提案,并派遣德马德斯与其他代表一起作为使节去见国王,同时授权他就底比斯流亡者一事请求亚历山大,允许雅典民众接纳逃亡的底比斯人。
§17.15.5ὁ δὲ Δημάδης πρεσβεύσας καὶ τῇ τοῦ λόγου δεινότητι πάντα κατεργασάμενος ἔπεισε τὸν Ἀλέξανδρον ἀπολῦσαι τοὺς ἄνδρας τῶν ἐγκλημάτων καὶ τἄλλα πάντα συγχωρῆσαι τοῖς Ἀθηναίοις.
德马德斯出使并凭其雄辩的才华解决了一切,说服了亚历山大免除对这些人的指控,并在其他所有事情上对雅典人做出了让步。