§17.15.1μετὰ δὲ ταῦτα εἰς τὰς Ἀθήνας ἐξαπέστειλε τοὺς ἐξαιτήσοντας τῶν ῥητόρων δέκα τοὺς κατʼ αὐτοῦ πεπολιτευμένους, ὧν ὑπῆρχον ἐπιφανέστατοι Δημοσθένης καὶ Λυκοῦργος.
その後、彼は、自分に対して政治活動を行ってきた弁論家のうちの十人の引き渡しを要求するために、アテナイに使節を派遣した。 その十人のうちで最も著名なのがデモステネスとリュコウルゴスであった。
συναχθείσης οὖν ἐκκλησίας καὶ τῶν πρεσβευτῶν εἰσαχθέντων εἰς τὸ πλῆθος ὁ μὲν δῆμος ἀκούσας τῶν λόγων εἰς πολλὴν ἀγωνίαν καὶ ἀπορίαν ἐνέπεσεν.
それゆえ、民会が招集され、使節たちが民衆の前に導入されると、民衆はその要求を聞いて、大きな苦悩と困惑に陥った。
ἅμα μὲν γὰρ ἔσπευδε τὸ τῆς πόλεως ἀξίωμα τηρεῖν, ἅμα δὲ διὰ τὴν Θηβαίων ἀπώλειαν ἐκπεπληγμένος τὸ δεινὸν περίφοβος καθειστήκει, νουθετούμενος τοῖς τῶν πλησιοχώρων ἀτυχήμασι.
一方では都市の尊厳を維持することに努めていたが、他方ではテーバイの滅亡のためにその恐ろしさに圧倒されて強い恐怖を抱く状態になっており、隣人の不幸から教訓を得ていたからである。
§17.15.2πολλῶν δὲ λόγων γινομένων κατὰ τὴν ἐκκλησίαν Φωκίων μὲν ὁ χρηστός, ἀντιπολιτευόμενος τοῖς περὶ τὸν Δημοσθένην, ἔφη δεῖν τοὺς ἐξαιτουμένους μιμήσασθαι τὰς Λεὼ κόρας καὶ τὰς Ὑακινθίδας καὶ τὸν θάνατον ἑκουσίως ὑπομεῖναι ἕνεκα τοῦ μηδὲν ἀνήκεστον παθεῖν τὴν πατρίδα καὶ τὴν ἀνανδρίαν καὶ δειλίαν ὠνείδιζε τῶν μὴ βουλομένων ὑπὲρ τῆς πόλεως τελευτᾶν·
民会で多くの議論が交わされる中で、デモステネスの一派に対立する政治的立場をとる善良なフォキオンは、引き渡しを要求されている者たちはレオースの娘たちやヒュアキントスの娘たちを模範とし、祖国が破滅的な被害を被らないために自発的に死を受け入れるべきだと述べ、都市のために死ぬことを望まない者たちの意気地なさや臆病さを非難した。
ὁ δὲ δῆμος τοῦτον μὲν τοῖς θορύβοις ἐξέβαλε, προσάντως ἀκούων τοὺς λόγους,
しかし、民衆は彼の言葉を不快に思い、怒号によって彼を退けた。
§17.15.3Δημοσθένους δὲ λόγον πεφροντισμένον διελθόντος ὁ δῆμος εἰς συμπάθειαν τῶν ἀνδρῶν προαχθεὶς φανερὸς ἦν σώζειν βουλόμενος τοὺς ἄνδρας.
デモステネスが推敲された演説を終えると、民衆はその男たちへの同情へと促され、彼らを救いたいと望んでいることが明らかであった。
ἐπὶ τελευτῆς δὲ Δημάδης, πεπεισμένος ὑπὸ τῶν περὶ Δημοσθένην, ὥς φασι, πέντε ταλάντοις ἀργυρίου, συνεβούλευε μὲν σώζειν τοὺς κινδυνεύοντας, παρανέγνω δὲ ψήφισμα γεγραμμένον φιλοτέχνως·
最後に、噂によればデモステネスの一派から銀五タラントンで説得されていたデマデスが、危機にある者たちを救うべきだと勧告する一方で、巧妙に起草された決議案を読み上げた。
περιεῖχε γὰρ παραίτησιν τῶν ἀνδρῶν καὶ ἐπαγγελίαν τοῦ κολάζειν κατὰ τοὺς νόμους, ἂν ὦσιν ἄξιοι τιμωρίας.
というのも、それには男たちのための懇願と、もし彼らが処罰に値するならば法に従って処罰するという約束が含まれていたからである。
§17.15.4ὁ μὲν οὖν δῆμος ἀποδεξάμενος τὴν ἐπίνοιαν τοῦ Δημάδου τό τε ψήφισμα ἐκύρωσε καὶ τὸν Δημάδην μεθʼ ἑτέρων ἀπέστειλε πρεσβευτὴν πρὸς τὸν βασιλέα, δοὺς ἐντολὴν καὶ περὶ τῶν Θηβαίων φυγάδων ἀξιῶσαι τὸν Ἀλέξανδρον συγχωρῆσαι τῷ δήμῳ τοὺς πεφευγότας Θηβαίους ὑποδέχεσθαι.
それゆえ、民衆はデマデスの提案を受け入れて決議案を可決し、デマデスを他の者たちとともに王への使節として派遣した。 その際、テーバイの亡命者についても、逃れてきたテーバイ人を受け入れることを民衆に許すようアレクサンドロスに求めるという指示を与えた。
§17.15.5ὁ δὲ Δημάδης πρεσβεύσας καὶ τῇ τοῦ λόγου δεινότητι πάντα κατεργασάμενος ἔπεισε τὸν Ἀλέξανδρον ἀπολῦσαι τοὺς ἄνδρας τῶν ἐγκλημάτων καὶ τἄλλα πάντα συγχωρῆσαι τοῖς Ἀθηναίοις.
デマデスは使節を務め、弁舌の巧みさによってすべてを解決し、アレクサンドロスを説得して、男たちを告訴から解放させ、他のすべての事柄についてもアテナイ人に譲歩させた。