Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §17.14.1-17.14.4

希腊同盟议会决议摧毁底比斯并奴役其民

第 619 段,共 723 段 · 希腊语

内容简介

亚历山大将底比斯的战后处理交给希腊人共同议会,议会出于对底比斯人的深重仇恨,投票决定彻底摧毁城市、奴役市民并驱逐流亡者,国王随后执行了这一决议。

§17.14.1τῶν δὲ Θηβαίων ἀνῃρέθησαν μὲν ὑπὲρ τοὺς ἑξακισχιλίους, αἰχμάλωτα δὲ σώματα συνήχθη πλείω τῶν τρισμυρίων, χρημάτων δὲ ἄπιστον πλῆθος διεφορήθη.
在底比斯人中,有六千多人被杀,三万多名俘虏被聚集起来,难以估量的财富被掠夺一空。
ὁ δὲ βασιλεὺς τοὺς μὲν τελευτήσαντας τῶν Μακεδόνων ἔθαψε, πλείους ὄντας τῶν πεντακοσίων, τοὺς δὲ συνέδρους τῶν Ἑλλήνων συναγαγὼν ἐπέτρεψε τῷ κοινῷ συνεδρίῳ πῶς χρηστέον τῇ πόλει τῶν Θηβαίων.
国王埋葬了死去的马其顿人(他们有五百多人),并召集了希腊人的代表,将如何处置底比斯城的问题交由共同议会决定。
§17.14.2προτεθείσης οὖν βουλῆς τῶν ἀλλοτρίως διακειμένων τοῖς Θηβαίοις τινὲς ἐπεχείρουν συμβουλεύειν ἀπαραιτήτοις τιμωρίαις δεῖν περιβαλεῖν αὐτούς, ἀπεδείκνυον δʼ αὐτοὺς τὰ τῶν βαρβάρων πεφρονηκότας κατὰ τῶν Ἑλλήνων· καὶ γὰρ ἐπὶ Ξέρξου συμμαχοῦντας τοῖς Πέρσαις ἐστρατευκέναι κατὰ τῆς Ἑλλάδος καὶ μόνους τῶν Ἑλλήνων ὡς εὐεργέτας τιμᾶσθαι παρὰ τοῖς βασιλεῦσι τῶν Περσῶν καὶ πρὸ τῶν βασιλέων τοῖς πρεσβεύουσι τῶν Θηβαίων τίθεσθαι θρόνους.
因此,当提出审议时,一些对底比斯人怀有敌意的人试图建议必须对他们施以无情的惩罚,并指出他们曾站在野蛮人一边反对希腊人;因为在薛西斯时代,他们曾与波斯人结盟,对希腊用兵,而且在希腊人中,只有他们被波斯国王们视为恩人而受到尊崇,并在国王们面前为底比斯使节设立宝座。
§17.14.3πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα διελθόντες παρώξυναν τὰς τῶν συνέδρων ψυχὰς κατὰ τῶν Θηβαίων καὶ πέρας ἐψηφίσαντο τὴν μὲν πόλιν κατασκάψαι, τοὺς δʼ αἰχμαλώτους ἀποδόσθαι, τοὺς δὲ φυγάδας τῶν Θηβαίων ἀγωγίμους ὑπάρχειν ἐξ ἁπάσης τῆς Ἑλλάδος καὶ μηδένα τῶν Ἑλλήνων ὑποδέχεσθαι Θηβαῖον.
他们详述了许多其他类似的事情,激起了代表们对底比斯人的愤怒,并最终投票决定:将城市夷为平地,将俘虏变卖,使底比斯流亡者在整个希腊都可被捕和引渡,且任何希腊人都不得接纳底比斯人。
§17.14.4ὁ δὲ βασιλεὺς ἀκολούθως τῇ τοῦ συνεδρίου γνώμῃ τὴν μὲν πόλιν κατασκάψας πολὺν ἐπέστησε φόβον τοῖς ἀφισταμένοις τῶν Ἑλλήνων, τοὺς δʼ αἰχμαλώτους λαφυροπωλήσας ἤθροισεν ἀργυρίου τάλαντα τετρακόσια καὶ τεσσαράκοντα.
国王遵循议会的决议,将城市夷为平地,给那些企图反叛的希腊人带来了极大的恐惧,并把俘虏当作战利品卖掉,以此筹集了四百四十塔兰同的白银。

词汇与语法注释

  1. §17.14.1πῶς χρηστέον — 动词性形容词 `χρηστέον`(源自 `χράομαι`,“对待/处理”)采用无人称用法,省略了系动词(`εἰμί`)。动作的对象由与格 `τῇ πόλει` 表示,意为“应该如何处置该城”。
  2. §17.14.2ἀπεδείκνυον δʼ αὐτοὺς τὰ τῶν βαρβάρων πεφρονηκότας — 动词 `ἀπεδείκνυον`(“指出/证明”)带有一个宾格宾语(`αὐτούς,`)和补充性分词(`πεφρονηκότας`),表示“他们指出他们曾站在蛮族一边(即倾向于蛮族)”。
  3. §17.14.2ἐστρατευκέναι ... τιμᾶσθαι ... τίθεσθαι — 这些不定式(完成时和现在时)在 `καὶ γάρ`(“因为确实”)之后起到间接引语的作用,陈述指控者们的断言,其宾格主语(“他们”)在上下文中被省略。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §17.14.1-17.14.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.14.1-17.14.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。