§17.14.1τῶν δὲ Θηβαίων ἀνῃρέθησαν μὲν ὑπὲρ τοὺς ἑξακισχιλίους, αἰχμάλωτα δὲ σώματα συνήχθη πλείω τῶν τρισμυρίων, χρημάτων δὲ ἄπιστον πλῆθος διεφορήθη.
テーバイ人のうち、六千人以上が殺害され、三万人を超える人々が捕虜として集められ、信じがたいほどの量の財宝が略奪された。
ὁ δὲ βασιλεὺς τοὺς μὲν τελευτήσαντας τῶν Μακεδόνων ἔθαψε, πλείους ὄντας τῶν πεντακοσίων, τοὺς δὲ συνέδρους τῶν Ἑλλήνων συναγαγὼν ἐπέτρεψε τῷ κοινῷ συνεδρίῳ πῶς χρηστέον τῇ πόλει τῶν Θηβαίων.
王は、五百人以上であったマケドニア人の戦死者たちを埋葬し、ギリシア人の代議員たちを招集して、テーバイの都市をどのように扱うべきかを共同評議会に委ねた。
§17.14.2προτεθείσης οὖν βουλῆς τῶν ἀλλοτρίως διακειμένων τοῖς Θηβαίοις τινὲς ἐπεχείρουν συμβουλεύειν ἀπαραιτήτοις τιμωρίαις δεῖν περιβαλεῖν αὐτούς, ἀπεδείκνυον δʼ αὐτοὺς τὰ τῶν βαρβάρων πεφρονηκότας κατὰ τῶν Ἑλλήνων·
それゆえ、審議が提案されたとき、テーバイ人に敵意を抱いている者たちのうちのある人々が、彼らに対して容赦のない処罰を科すべきであると提案しようと試み、彼らがギリシア人に対して野蛮人の側に加担してきたことを指摘した。
καὶ γὰρ ἐπὶ Ξέρξου συμμαχοῦντας τοῖς Πέρσαις ἐστρατευκέναι κατὰ τῆς Ἑλλάδος καὶ μόνους τῶν Ἑλλήνων ὡς εὐεργέτας τιμᾶσθαι παρὰ τοῖς βασιλεῦσι τῶν Περσῶν καὶ πρὸ τῶν βασιλέων τοῖς πρεσβεύουσι τῶν Θηβαίων τίθεσθαι θρόνους.
すなわち、クセルクセスの時代にペルシア人と同盟してギリシアに対して出兵したこと、ギリシア人の中で彼らだけがペルシア王たちの間で恩人として尊ばれていたこと、そして王たちの前にテーバイの使節たちのための席が設けられていたことなどを挙げたのである。
§17.14.3πολλὰ δὲ καὶ ἄλλα τοιαῦτα διελθόντες παρώξυναν τὰς τῶν συνέδρων ψυχὰς κατὰ τῶν Θηβαίων καὶ πέρας ἐψηφίσαντο τὴν μὲν πόλιν κατασκάψαι, τοὺς δʼ αἰχμαλώτους ἀποδόσθαι, τοὺς δὲ φυγάδας τῶν Θηβαίων ἀγωγίμους ὑπάρχειν ἐξ ἁπάσης τῆς Ἑλλάδος καὶ μηδένα τῶν Ἑλλήνων ὑποδέχεσθαι Θηβαῖον.
彼らはこれに類する他の多くの事柄を詳しく語ることで、テーバイ人に対する代議員たちの心を激高させ、最後には、都市を完全に破壊すること、捕虜たちを売り払うこと、テーバイ人の亡命者たちを全ギリシアから連行可能とすること、そしてギリシア人の誰もテーバイ人を受け入れてはならないことを議決した。
§17.14.4ὁ δὲ βασιλεὺς ἀκολούθως τῇ τοῦ συνεδρίου γνώμῃ τὴν μὲν πόλιν κατασκάψας πολὺν ἐπέστησε φόβον τοῖς ἀφισταμένοις τῶν Ἑλλήνων, τοὺς δʼ αἰχμαλώτους λαφυροπωλήσας ἤθροισεν ἀργυρίου τάλαντα τετρακόσια καὶ τεσσαράκοντα.
王は、評議会の決議に従って都市を完全に破壊し、離反を企てるギリシア人たちに強い恐怖を植え付け、他方で捕虜たちを戦利品として売却することで、四百四十タラントンの銀を集めた。