§17.13.1τῆς δὲ πόλεως τοῦτον τὸν τρόπον καταλαμβανομένης πολλαὶ καὶ ποικίλαι περιστάσεις ἐντὸς τῶν τειχῶν ἐγίνοντο.
当城市以此种方式被占领时,城墙之内发生了许多各种各样的惨状。
οἱ μὲν γὰρ Μακεδόνες διὰ τὴν ὑπερηφανίαν τοῦ κηρύγματος πικρότερον ἢ πολεμικώτερον προσεφέροντο τοῖς Θηβαίοις καὶ μετὰ πολλῆς ἀπειλῆς ἐπιφερόμενοι τοῖς ἠτυχηκόσιν ἀφειδῶς ἀνῄρουν πάντας τοὺς περιτυγχάνοντας.
因为马基顿人由于那份宣告的傲慢,以比战争常态更为残酷的态度对待底比斯人,他们带着许多威胁向这些不幸的人袭来,毫不留情地杀死了所有遇到的人。
§17.13.2οἱ δὲ Θηβαῖοι τὸ φιλελεύθερον τῆς ψυχῆς διαφυλάττοντες τοσοῦτον ἀπεῖχον τοῦ φιλοζωεῖν ὥστʼ ἐν ταῖς ἀπαντήσεσι συμπλέκεσθαι καὶ τὰς παρὰ τῶν πολεμίων ἐπισπᾶσθαι πληγάς· ἑαλωκυίας γὰρ τῆς πόλεως οὐδεὶς Θηβαίων ἑωράθη δεηθεὶς τῶν Μακεδόνων φείσασθαι τοῦ ζῆν οὐδὲ προσέπιπτον τοῖς τῶν κρατούντων γόνασιν ἀγεννῶς.
而底比斯人则保持着灵魂中对自由的热爱,他们是如此远离苟且偷生,以至于在每一次相遇中都与敌人贴身肉搏,主动承受敌人的打击;因为在城市失陷后,没有一个底比斯人被看到乞求马基顿人饶恕性命,他们也没有卑微地向征服者的膝下屈服。
§17.13.3ἀλλʼ οὔτε τὸ τῆς ἀρετῆς πάθος ἠλεεῖτο παρὰ τοῖς πολεμίοις οὔτε τὸ τῆς ἡμέρας μῆκος ἤρκει πρὸς τὴν ὠμότητα τῆς τιμωρίας, πᾶσα δὲ ἡ πόλις ἐξεφορεῖτο παιδίων ὁμοῦ καὶ παρθένων ἑλκομένων καὶ τὸ τῆς τεκούσης οἰκτρὸν ἐπιβοωμένων ὄνομα·
但是,他们的英勇表现并没有得到敌人的怜悯,一天的长度也不足以满足残暴复仇的需要;整座城市被洗劫一空,儿童和少女们一同被拖走,痛苦地呼喊着母亲的名字。
Καθόλου δὲ τῶν οἴκων σὺν ὅλαις ταῖς συγγενείαις ἁρπαζομένων πάνδημος ὑπῆρχε τῆς πόλεως ἀνδραποδισμός.
总之,随着一户户人家连同所有的亲属一起被掠夺,全城都陷入了被奴役的境地。
§17.13.4τῶν δὲ ὑπολελειμμένων Θηβαίων οἱ μὲν κατατετρωμένοι τὰ σώματα καὶ λιποψυχοῦντες συνεπλέκοντο τοῖς πολεμίοις, συναποθνήσκοντες τῇ τῶν ἐχθρῶν ἀπωλείᾳ, οἱ δὲ κλάσματι δόρατος ἐρειδόμενοι συνήντων τοῖς ἐπιφερομένοις καὶ διαγωνιζόμενοι τὸν ὕστατον ἀγῶνα προετίμων τὴν ἐλευθερίαν τῆς σωτηρίας.
在幸存的底比斯人中,一些人身体受伤且气息奄奄,却仍与敌人扭打在一起,与敌人的毁灭同归于尽;另一些人则依靠着折断的矛柄,迎向冲来的敌人,进行着最后的战斗,他们宁愿选择自由,也不愿选择安全。
§17.13.5πολλοῦ δὲ φόνου γενομένου καὶ τῆς πόλεως κατὰ πάντα τόπον νεκρῶν πληρουμένης οὐκ ἦν ὅστις ἰδὼν οὐκ ἂν ἠλέησε τὰς τύχας τῶν ἀκληρούντων.
随着大屠杀的发生,城市各处都塞满了尸体,任何人目睹此景,无不为这些不幸者的命运感到哀怜。
καὶ γὰρ τῶν Ἑλλήνων Θεσπιεῖς καὶ Πλαταιεῖς, ἔτι δʼ Ὀρχομένιοι καί τινες ἄλλοι τῶν ἀλλοτρίως διακειμένων πρὸς τοὺς Θηβαίους συστρατευόμενοι τῷ βασιλεῖ συνεισέπεσον εἰς τὴν πόλιν καὶ τὴν ἰδίαν ἔχθραν ἐν τοῖς τῶν ἠτυχηκότων ἀκληρήμασιν ἐναπεδείκνυντο.
因为在希腊人中,忒斯庇埃人、普拉提亚人,以及奥尔霍迈诺斯人和某些其他对底比斯人怀有敌意的人,随同国王作战,与他一同突入城中,在不幸者的灾难中宣泄着他们私人的仇恨。
§17.13.6διὸ καὶ πάθη πολλὰ καὶ δεινὰ κατὰ τὴν πόλιν ὁρᾶν ἦν γινόμενα· Ἕλληνες γὰρ ὑφʼ Ἑλλήνων ἀνηλεῶς ἀνῃροῦντο καὶ συγγενεῖς ὑπὸ τῶν κατὰ γένος προσηκόντων ἐφονεύοντο, μηδεμίαν ἐντροπὴν τῆς ὁμοφώνου διαλέκτου παρεχομένης.
因此,在全城各处都可以看到许多可怕的惨剧发生;因为希腊人被希腊人无情地杀害,同族被血缘相近的人屠杀,而相同的语言没有起到任何劝阻的作用。
τέλος δὲ τῆς νυκτὸς ἐπικαταλαβούσης αἱ μὲν οἰκίαι διηρπάγησαν, τέκνα δὲ καὶ γυναῖκες καὶ οἱ γεγηρακότες εἰς τὰ ἱερὰ καταπεφευγότες μετὰ τῆς ἐσχάτης ὕβρεως ἀπήγοντο.
最后,当夜幕降临时,房屋被洗劫一空,逃往神庙的儿童、妇女和老人们在遭受了极度的凌辱后被带走。