Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §17.13.1-17.13.6

陥落したテーバイにおける虐殺と略奪の惨状

618 / 723 箇所 · ギリシア語

要旨

マケドニア軍とギリシア人同盟軍によるテーバイ陥落後の、過酷な虐殺と略奪、そして都市全体の奴隷化の惨状を描写する。

§17.13.1τῆς δὲ πόλεως τοῦτον τὸν τρόπον καταλαμβανομένης πολλαὶ καὶ ποικίλαι περιστάσεις ἐντὸς τῶν τειχῶν ἐγίνοντο.
このようにして都市が占領されていく中で、城壁の内側では多種多様な惨劇が生じた。
οἱ μὲν γὰρ Μακεδόνες διὰ τὴν ὑπερηφανίαν τοῦ κηρύγματος πικρότερον ἢ πολεμικώτερον προσεφέροντο τοῖς Θηβαίοις καὶ μετὰ πολλῆς ἀπειλῆς ἐπιφερόμενοι τοῖς ἠτυχηκόσιν ἀφειδῶς ἀνῄρουν πάντας τοὺς περιτυγχάνοντας.
マケドニア人たちは、布告の傲慢さゆえに、通常の戦争におけるよりも過酷にテーバイ人たちに振る舞い、激しい脅迫を伴って敗者たちに襲いかかり、出会う者すべてを容赦なく殺戮したからである。
§17.13.2οἱ δὲ Θηβαῖοι τὸ φιλελεύθερον τῆς ψυχῆς διαφυλάττοντες τοσοῦτον ἀπεῖχον τοῦ φιλοζωεῖν ὥστʼ ἐν ταῖς ἀπαντήσεσι συμπλέκεσθαι καὶ τὰς παρὰ τῶν πολεμίων ἐπισπᾶσθαι πληγάς·
他方、テーバイ人たちは魂の自由を愛する気風を保ち、命を惜しむことからはるかに遠く、敵と出くわすたびに組み合い、敵からの打撃を自ら引き受けるほどであった。
ἑαλωκυίας γὰρ τῆς πόλεως οὐδεὶς Θηβαίων ἑωράθη δεηθεὶς τῶν Μακεδόνων φείσασθαι τοῦ ζῆν οὐδὲ προσέπιπτον τοῖς τῶν κρατούντων γόνασιν ἀγεννῶς.
都市が陥落したというのに、マケドニア人たちに命を助けてくれと懇願するテーバイ人は一人も見られず、勝者の膝に卑屈にすがりつくこともなかった。
§17.13.3ἀλλʼ οὔτε τὸ τῆς ἀρετῆς πάθος ἠλεεῖτο παρὰ τοῖς πολεμίοις οὔτε τὸ τῆς ἡμέρας μῆκος ἤρκει πρὸς τὴν ὠμότητα τῆς τιμωρίας, πᾶσα δὲ ἡ πόλις ἐξεφορεῖτο παιδίων ὁμοῦ καὶ παρθένων ἑλκομένων καὶ τὸ τῆς τεκούσης οἰκτρὸν ἐπιβοωμένων ὄνομα·
しかし、彼らの武勇による受難も敵たちの間では憐れまれず、一日の長さもその残虐な復讐には足りないほどであった。 都市全体が略奪されて空っぽになり、子供たちや処女たちが一斉に連れ去られ、母親の哀れな名を叫び求める声が響き渡った。
Καθόλου δὲ τῶν οἴκων σὺν ὅλαις ταῖς συγγενείαις ἁρπαζομένων πάνδημος ὑπῆρχε τῆς πόλεως ἀνδραποδισμός.
要するに、家々が親族一同ごと略奪され、都市全体の奴隷化が行われたのである。
§17.13.4τῶν δὲ ὑπολελειμμένων Θηβαίων οἱ μὲν κατατετρωμένοι τὰ σώματα καὶ λιποψυχοῦντες συνεπλέκοντο τοῖς πολεμίοις, συναποθνήσκοντες τῇ τῶν ἐχθρῶν ἀπωλείᾳ, οἱ δὲ κλάσματι δόρατος ἐρειδόμενοι συνήντων τοῖς ἐπιφερομένοις καὶ διαγωνιζόμενοι τὸν ὕστατον ἀγῶνα προετίμων τὴν ἐλευθερίαν τῆς σωτηρίας.
生き残ったテーバイ人たちのうち、ある者は体に深い傷を負い、瀕死の状態で敵と組み合い、敵と刺し違えて共に死に、またある者は折れた槍に身を支えながら襲いかかる敵に立ち向かい、最後の戦いを繰り広げ、生き延びることよりも自由であることを選んだ。
§17.13.5πολλοῦ δὲ φόνου γενομένου καὶ τῆς πόλεως κατὰ πάντα τόπον νεκρῶν πληρουμένης οὐκ ἦν ὅστις ἰδὼν οὐκ ἂν ἠλέησε τὰς τύχας τῶν ἀκληρούντων.
多くの虐殺が行われ、都市がいたるところで死体で満たされる中で、これを見て不幸な人々の運命を哀れまない者は誰一人いなかったであろう。
καὶ γὰρ τῶν Ἑλλήνων Θεσπιεῖς καὶ Πλαταιεῖς, ἔτι δʼ Ὀρχομένιοι καί τινες ἄλλοι τῶν ἀλλοτρίως διακειμένων πρὸς τοὺς Θηβαίους συστρατευόμενοι τῷ βασιλεῖ συνεισέπεσον εἰς τὴν πόλιν καὶ τὴν ἰδίαν ἔχθραν ἐν τοῖς τῶν ἠτυχηκότων ἀκληρήμασιν ἐναπεδείκνυντο.
というのも、ギリシア人のうち、テスピアイ人やプラタイアイ人、さらにはオルコメノス人や、その他テーバイ人に敵意を抱いていた人々が、王と共に従軍して都市に一斉に侵入し、不幸な人々(テーバイ人)の災厄に乗じて自分たちの私怨を晴らしたからである。
§17.13.6διὸ καὶ πάθη πολλὰ καὶ δεινὰ κατὰ τὴν πόλιν ὁρᾶν ἦν γινόμενα·
それゆえ、都市では多くの恐ろしい惨劇が起こるのが見られた。
Ἕλληνες γὰρ ὑφʼ Ἑλλήνων ἀνηλεῶς ἀνῃροῦντο καὶ συγγενεῖς ὑπὸ τῶν κατὰ γένος προσηκόντων ἐφονεύοντο, μηδεμίαν ἐντροπὴν τῆς ὁμοφώνου διαλέκτου παρεχομένης.
ギリシア人がギリシア人によって無慈悲に殺され、同族が血統的に近しい者たちによって虐殺されたが、同じ言語を話すということに対する顧慮はまったく払われなかった。
τέλος δὲ τῆς νυκτὸς ἐπικαταλαβούσης αἱ μὲν οἰκίαι διηρπάγησαν, τέκνα δὲ καὶ γυναῖκες καὶ οἱ γεγηρακότες εἰς τὰ ἱερὰ καταπεφευγότες μετὰ τῆς ἐσχάτης ὕβρεως ἀπήγοντο.
ついに夜が訪れると、家々は略奪され、神殿へと逃げ込んでいた子供たち、女性たち、そして老人たちは、極限の凌辱を伴って連れ去られた。

語釈・文法注

  1. §17.13.1πικρότερον ἢ πολεμικώτερον — 「戦争(における常態)よりも過酷に」という意味を持つ、二つの比較級を用いた相関表現。形容詞比較級 + ἤ + 形容詞比較級の形で、「〜というよりはむしろ過酷に」あるいは「通常の戦争のやり方を超えて過酷に」振る舞ったことを示す。
  2. §17.13.2τοσοῦτον ἀπεῖχον τοῦ φιλοζωεῖν ὥστʼ — 「〜からこれほど遠かったので、その結果…」という、程度を示す副詞 τοσοῦτον と ὥστε + 不定詞による結果節の構文。ἀπέχω が属格(τοῦ φιλοζωεῖν)を伴って「〜から遠く離れている」を意味し、生き延びることへの執着が全くなかったことを強調する。
  3. §17.13.5οὐκ ἦν ὅστις ἰδὼν οὐκ ἂν ἠλέησε — 否定の主節 οὐκ ἦν ὅστις (〜する者は誰もいなかった)に、条件文の帰結節に相当する ἄν + 直説法過去(ἠλέησε)が続くことで、過去における強い可能性(〜したであろう)を表す。「これを見て、憐れまない者は誰一人いなかったであろう」という、二重否定による強い肯定を意味する。
  4. §17.13.6μηδεμίαν ἐντροπὴν τῆς ὁμοφώνου διαλέκτου παρεχομένης — 独立属格構文(分詞は現在分詞中受動相 παρεχομένης)。τῆς ὁμοφώνου διαλέκτου は客観的属格であり、「同じ言語を話すことに対する顧慮・敬意がまったく払われない中で」という意味をなす。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §17.13.1-17.13.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.13.1-17.13.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。