§17.12.1μετὰ δὲ ταῦτα ὁ Ἀλέξανδρος ὁρῶν τοὺς μὲν Θηβαίους ἑτοίμως ὑπὲρ τῆς ἐλευθερίας ἀγωνιζομένους, τοὺς δὲ Μακεδόνας κάμνοντας τῇ μάχῃ προσέταξε τοὺς ἐπὶ τῆς ἐφεδρίας τεταγμένους διαδέξασθαι τὸν ἀγῶνα.
此后,亚历山大看到底比斯人正为自由而奋勇战斗,而马基顿人则在战斗中疲惫不堪,便命令部署在预备队中的人前去接替战斗。
οἱ μὲν οὖν Μακεδόνες ἄφνω προσπεσόντες τοῖς Θηβαίοις κατακόποις βαρεῖς ἐπέκειντο τοῖς πολεμίοις καὶ πολλοὺς ἀνῄρουν.
于是,马基顿人突然袭击疲惫的底比斯人,对敌人施加了沉重的压力,并杀死了许多人。
§17.12.2οὐ μὴν οἱ Θηβαῖοι τῆς νίκης ἐξεχώρουν, τοὐναντίον δὲ τῇ φιλοτιμίᾳ προαχθέντες πάντων τῶν δεινῶν κατεφρόνουν.
然而底比斯人并未放弃对胜利的渴望,相反,他们在好胜心的驱使下,蔑视一切险境。
ἐπὶ τοσοῦτο δὲ ταῖς ἀνδραγαθίαις προέβησαν ὥστε βοᾶν ὅτι Μακεδόνες ὁμολογοῦσιν ἥττους εἶναι Θηβαίων, καὶ τῶν ἄλλων πάντων εἰωθότων ἐν ταῖς διαδοχαῖς τῶν πολεμίων δεδιέναι τοὺς ἀκεραίους τῶν ἐφεδρευόντων οὗτοι μόνοι τότε θρασύτεροι πρὸς τοὺς κινδύνους ὑπῆρξαν, ὅθʼ οἱ πολέμιοι διαδοχὴν ἐξέπεμψαν τοῖς καταπονουμένοις ὑπὸ τῆς κακοπαθείας.
他们甚至在英勇事迹上走得如此之远,以至于高喊马基顿人自认不如底比斯人。 并且,在所有其他人通常都会在敌人换防时害怕未受损伤的预备队的情况下,唯独他们在此刻——即敌人为那些因艰苦而疲惫不堪的人派出了接替部队的时候——对危险表现得更加勇敢。
§17.12.3ἀνυπερβλήτου δὲ τῆς φιλοτιμίας γινομένης ὁ βασιλεὺς κατανοήσας τινὰ πυλίδα καταλελειμμένην ὑπὸ τῶν φυλάκων ἐξαπέστειλε Περδίκκαν μετὰ στρατιωτῶν ἱκανῶν καταλαβέσθαι ταύτην καὶ παρεισπεσεῖν εἰς τὴν πόλιν.
在他们的好胜心变得无以复加之际,国王注意到一处被守卫遗弃的小门,便派遣佩尔迪卡斯率领足够的士兵前去占领此门并乘虚攻入城内。
§17.12.4τούτου δὲ ταχὺ τὸ προσταχθὲν ποιήσαντος οἱ μὲν Μακεδόνες διὰ τῆς πυλίδος παρεισέπεσον εἰς τὴν πόλιν, οἱ δὲ Θηβαῖοι καταπεπονηκότες μὲν τὴν πρώτην φάλαγγα τῶν Μακεδόνων, ἀντιταχθέντες δʼ εὐρώστως τῇ δευτέρᾳ εὐέλπιδες ἦσαν περὶ τῆς νίκης· ὡς δὲ κατενόησαν μέρος τῆς πόλεως κατειλημμένον, εὐθὺς ἀνεχώρησαν ἐντὸς τῶν τειχῶν.
当他迅速执行了命令后,马基顿人通过小门突入了城市。 底比斯人方面,他们原本已经使马基顿人的第一方阵疲惫不堪,并对第二方阵进行了强有力的抵抗,对胜利抱有极大希望;但当他们察觉到城市的一部分已被占领时,便立即撤退到城墙内部。
§17.12.5ἅμα δὲ τούτοις πραττομένοις οἱ μὲν τῶν Θηβαίων ἱππεῖς ὁμοίως τοῖς πεζοῖς συνέτρεχον εἰς τὴν πόλιν καὶ πολλοὺς μὲν τῶν ἰδίων συμπατοῦντες διέφθειρον, αὐτοὶ δὲ τεταραγμένως εἰσίππευον εἰς τὴν πόλιν, ἐν δὲ ταῖς διεξόδοις καὶ τάφροις τοῖς οἰκείοις ὅπλοις περιπίπτοντες ἐτελεύτων.
在这些事情发生的同时,底比斯人的骑兵也和步兵一样一齐涌入城市,并践踏致死了许多自己人,他们慌乱地骑马进城,在通道和壕沟中纷纷撞在自己的武器上而死。
οἱ δὲ τὴν Καδμείαν φρουροῦντες ἐκχυθέντες ἐκ τῆς ἀκροπόλεως ἀπήντων τοῖς Θηβαίοις καὶ τεταραγμένοις ἐπιπεσόντες πολὺν ἐποίουν φόνον.
与此同时,看守卡德美亚的人从卫城中涌出,迎面拦截底比斯人,并向混乱中的他们发起袭击,造成了惨重的伤亡。