§17.12.1μετὰ δὲ ταῦτα ὁ Ἀλέξανδρος ὁρῶν τοὺς μὲν Θηβαίους ἑτοίμως ὑπὲρ τῆς ἐλευθερίας ἀγωνιζομένους, τοὺς δὲ Μακεδόνας κάμνοντας τῇ μάχῃ προσέταξε τοὺς ἐπὶ τῆς ἐφεδρίας τεταγμένους διαδέξασθαι τὸν ἀγῶνα.
その後、アレクサンドロスはテーバイ人たちが自由のために熱心に戦い、マケドニア人たちが戦闘で疲弊しているのを見て、予備として配置されていた者たちに戦闘を引き継ぐよう命じた。
οἱ μὲν οὖν Μακεδόνες ἄφνω προσπεσόντες τοῖς Θηβαίοις κατακόποις βαρεῖς ἐπέκειντο τοῖς πολεμίοις καὶ πολλοὺς ἀνῄρουν.
マケドニア人たちは不意に、疲れ果てたテーバイ人たちに襲いかかって、激しく圧迫し、多くの者を殺した。
§17.12.2οὐ μὴν οἱ Θηβαῖοι τῆς νίκης ἐξεχώρουν, τοὐναντίον δὲ τῇ φιλοτιμίᾳ προαχθέντες πάντων τῶν δεινῶν κατεφρόνουν.
しかしながらテーバイ人たちは勝利への望みを捨てず、それどころか闘志に駆り立てられて、あらゆる恐るべきことを軽視した。
ἐπὶ τοσοῦτο δὲ ταῖς ἀνδραγαθίαις προέβησαν ὥστε βοᾶν ὅτι Μακεδόνες ὁμολογοῦσιν ἥττους εἶναι Θηβαίων, καὶ τῶν ἄλλων πάντων εἰωθότων ἐν ταῖς διαδοχαῖς τῶν πολεμίων δεδιέναι τοὺς ἀκεραίους τῶν ἐφεδρευόντων οὗτοι μόνοι τότε θρασύτεροι πρὸς τοὺς κινδύνους ὑπῆρξαν, ὅθʼ οἱ πολέμιοι διαδοχὴν ἐξέπεμψαν τοῖς καταπονουμένοις ὑπὸ τῆς κακοπαθείας.
彼らは武勇においてこれほどまでに進んだため、マケドニア人はテーバイ人より劣っていると自ら認めていると叫ぶほどであった。 また、他のすべての者は、敵の交代の際に予備兵の無傷の者たちを恐れるのが常であるのに、彼らだけは、敵が疲労困憊している者たちのために交代の軍勢を送り出したまさにその時に、危険に対してより勇敢になった。
§17.12.3ἀνυπερβλήτου δὲ τῆς φιλοτιμίας γινομένης ὁ βασιλεὺς κατανοήσας τινὰ πυλίδα καταλελειμμένην ὑπὸ τῶν φυλάκων ἐξαπέστειλε Περδίκκαν μετὰ στρατιωτῶν ἱκανῶν καταλαβέσθαι ταύτην καὶ παρεισπεσεῖν εἰς τὴν πόλιν.
この闘志が比類なきものとなる中で、王は守備兵によって放置されたある裏門に気づき、そこを占領して都市に侵入させるために、十分な数の兵士を率いたペルディッカスを派遣した。
§17.12.4τούτου δὲ ταχὺ τὸ προσταχθὲν ποιήσαντος οἱ μὲν Μακεδόνες διὰ τῆς πυλίδος παρεισέπεσον εἰς τὴν πόλιν, οἱ δὲ Θηβαῖοι καταπεπονηκότες μὲν τὴν πρώτην φάλαγγα τῶν Μακεδόνων, ἀντιταχθέντες δʼ εὐρώστως τῇ δευτέρᾳ εὐέλπιδες ἦσαν περὶ τῆς νίκης·
彼が命じられたことを迅速に実行すると、マケドニア人たちは裏門を通って都市へ侵入した。 一方テーバイ人たちは、マケドニア人の第一陣のファランクスを疲れ果てさせ、第二陣に対しても力強く対抗して、勝利への期待を大いに抱いていた。
ὡς δὲ κατενόησαν μέρος τῆς πόλεως κατειλημμένον, εὐθὺς ἀνεχώρησαν ἐντὸς τῶν τειχῶν.
しかし、都市の一部が占領されたことに気づくと、直ちに城壁の内側へと退却した。
§17.12.5ἅμα δὲ τούτοις πραττομένοις οἱ μὲν τῶν Θηβαίων ἱππεῖς ὁμοίως τοῖς πεζοῖς συνέτρεχον εἰς τὴν πόλιν καὶ πολλοὺς μὲν τῶν ἰδίων συμπατοῦντες διέφθειρον, αὐτοὶ δὲ τεταραγμένως εἰσίππευον εἰς τὴν πόλιν, ἐν δὲ ταῖς διεξόδοις καὶ τάφροις τοῖς οἰκείοις ὅπλοις περιπίπτοντες ἐτελεύτων.
これらが同時に行われているうちに、テーバイの騎兵たちは歩兵と同様に都市へと一斉に逃げ込み、味方の多くを踏みつけて死なせ、自身も混乱した状態で都市へ乗り入れたが、通路や堀において自分たちの武器の上に倒れ込んで命を落とした。
οἱ δὲ τὴν Καδμείαν φρουροῦντες ἐκχυθέντες ἐκ τῆς ἀκροπόλεως ἀπήντων τοῖς Θηβαίοις καὶ τεταραγμένοις ἐπιπεσόντες πολὺν ἐποίουν φόνον.
一方、カドメイアを警備していた者たちは、アクロポリスから繰り出してテーバイ人たちに立ち塞がり、混乱している彼らに襲いかかって激しい殺戮を行った。