Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §17.11.1-17.11.5

亚历山大的总攻与底比斯军的顽强抵抗

第 616 段,共 723 段 · 希腊语

内容简介

亚历山大将军队分为三部分对底比斯发动总攻,底比斯也部署全部兵力迎战,双方展开惨烈的白兵战,战斗长期处于胶着状态。

§17.11.1ὁ δὲ βασιλεὺς ἐν τρισὶ ταῖς πάσαις ἡμέραις ἑτοιμασάμενος τὰ πρὸς τὴν πολιορκίαν τὰς δυνάμεις διείλετο εἰς τρία μέρη καὶ τὸ μὲν τοῖς χαρακώμασι τοῖς πρὸ τῆς πόλεως κατεσκευασμένοις προσβάλλειν ἔταξε, τὸ δὲ τοῖς Θηβαίοις ἀντιτάττεσθαι, τὸ δὲ τρίτον ἐφεδρεύειν τῷ πονοῦντι μέρει τῆς δυνάμεως καὶ διαδέχεσθαι τὴν μάχην.
国王在整整三天之内准备好了攻城所需的一切,将大军分成三个部分:他命令一部分攻击城市前方修筑的防垒,另一部分同底比斯人对峙,第三部分则作为疲惫军力的预备队,并在战斗中进行接替。
§17.11.2οἱ δὲ Θηβαῖοι τοὺς μὲν ἱππεῖς ἐντὸς τοῦ χαρακώματος ἔταξαν, τοὺς δʼ ἐλευθερωθέντας οἰκέτας καὶ τοὺς φυγάδας καὶ τοὺς μετοίκους τοῖς πρὸς τὰ τείχη βιαζομένοις ἀντέταξαν, αὐτοὶ δὲ τοῖς μετὰ τοῦ βασιλέως Μακεδόσι πολλαπλασίοις οὖσι συνάπτειν μάχην πρὸ τῆς πόλεως ἡτοιμάζοντο.
底比斯人则将骑兵部署在防垒内部,将获得解放的奴隶、流亡者和外邦人部署在对抗那些企图强攻城墙者的位置,而他们自己则准备在城市前方与国王率领的、人数多出数倍的马基顿人展开交战。
§17.11.3τέκνα δὲ καὶ γυναῖκες συνέτρεχον εἰς τὰ ἱερὰ καὶ τοὺς θεοὺς ἱκέτευον σῶσαι τὴν πόλιν ἐκ τῶν κινδύνων.
妇女和儿童奔向神殿,祈求神明将城市从危险中拯救出来。
ὡς δʼ ἤγγισαν οἱ Μακεδόνες καὶ τοῖς τεταγμένοις μέρεσιν ἕκαστοι προσέπεσον, αἱ μὲν σάλπιγγες ἐσήμαινον τὸ πολεμικόν, αἱ δὲ παρʼ ἀμφοτέροις δυνάμεις ὑφʼ ἕνα καιρὸν συνηλάλαξαν καὶ τὰ κοῦφα τῶν βελῶν ἐπὶ τοὺς πολεμίους ἔβαλον.
当马基顿人迫近并各自向着指定的部署发起进攻时,号角吹响了战斗的信号,双方军队在同一时间发出呐喊,向敌人投射轻型弹丸。
§17.11.4ταχὺ δὲ τούτων ἐξαναλωθέντων καὶ πάντων εἰς τὴν ἀπὸ τοῦ ξίφους μάχην συμπεσόντων μέγας ἀγὼν συνίστατο.
这些武器很快消耗殆尽,所有人陷入了短兵相接的白兵战,展开了惨烈的博杀。
οἱ μὲν γὰρ Μακεδόνες διὰ τὸ πλῆθος τῶν ἀνδρῶν καὶ τὸ βάρος τῆς φάλαγγος δυσυπόστατον εἶχον τὴν βίαν, οἱ δὲ Θηβαῖοι ταῖς τῶν σωμάτων ῥώμαις ὑπερέχοντες καὶ τοῖς ἐν τοῖς γυμνασίοις συνεχέσιν ἀθλήμασιν, ἔτι δὲ τῷ παραστήματι τῆς ψυχῆς πλεονεκτοῦντες ἐνεκαρτέρουν τοῖς δεινοῖς.
马基顿人因兵力众多及方阵的重压,其攻势难以抵挡;而底比斯人则凭借体魄的强健和在体育场中的经常锻炼而占优,加之在精神气魄上更胜一筹,因而在险境中坚守不退。
§17.11.5διὸ καὶ παρʼ ἀμφοτέροις πολλοὶ μὲν κατετιτρώσκοντο, οὐκ ὀλίγοι δʼ ἔπιπτον ἐναντίας λαμβάνοντες πληγάς.
因此,双方都有许多人负伤,不少人因正面中刀而倒下。
ὁμοῦ δʼ ἦν κατὰ τὰς ἐν τοῖς ἀγῶσι συμπλοκὰς μυγμὸς καὶ βοὴ καὶ παρακελευσμός, παρὰ μὲν τοῖς Μακεδόσι μὴ καταισχῦναι τὰς προγεγενημένας ἀνδραγαθίας, παρὰ δὲ τοῖς Θηβαίοις μὴ περιιδεῖν τέκνα καὶ γυναῖκας καὶ γονεῖς ὑπὲρ ἀνδραποδισμοῦ κινδυνεύοντας καὶ τὴν πατρίδα πανοίκιον ὑπὸ τοὺς Μακεδόνων θυμοὺς ὑποπεσοῦσαν, μνησθῆναι δὲ τῆς ἐν Λεύκτροις καὶ ἐν Μαντινείᾳ μάχης καὶ τῶν παρὰ πᾶσι περιβοήτων ἀνδραγαθημάτων.
在厮杀搏斗中,呻吟声、呐喊声和鼓舞声交织在一起:在马基顿人中,是不要羞辱过去立下的武勇战功的鼓舞;在底比斯人中,则是不要坐视面临被奴役危险的儿女、妻子和父母,以及面临举家落入马基顿人怒火之下的祖国,并要求他们牢记在留克特拉和曼提尼亚的战役,以及在所有人中广为流传的英勇事迹。
ἐπὶ πολὺν μὲν οὖν χρόνον ἰσόρροπος ἦν ἡ μάχη διὰ τὴν ὑπερβολὴν τῆς τῶν ἀγωνιζομένων ἀνδρείας.
因此,由于交战双方极为英勇,战斗在很长一段时间内势均力敌。

词汇与语法注释

  1. 17.11.1ἐν τρισὶ ταῖς πάσαις ἡμέραις — 数词与冠词及 πᾶς 连用,强调时间段的完整性,意为“整整三天之内”或“总共三天之内”。
  2. 17.11.1τὸ μὲν ... τὸ δὲ ... τὸ δὲ τρίτον — 这些中性宾格冠词作为指示代词,指代前文军队(τὰς δυνάμεις)分成的三个部分(τρία μέρη)。它们作为不定式的逻辑主语,在由 ἔταξε 支配的“宾格加不定式”结构中并列出现。
  3. 17.11.5μὴ καταισχῦναι ... μὴ περιιδεῖν ... μνησθῆναι — 说明名词 παρακελευσμός(鼓舞、劝告)具体内容的不定式。它们起着间接命令的作用,意为“不要……/要牢记……的鼓舞”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §17.11.1-17.11.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.11.1-17.11.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。