§17.114.1ἀπολύσας δὲ τὰς πρεσβείας περὶ τὴν ταφὴν ἐγίνετο τοῦ Ἡφαιστίωνος.
在遣散了使节之后,他致力于筹备赫菲斯提翁的丧礼。
τοσαύτην δὲ σπουδὴν ἐποιήσατο πρὸς τὴν τῆς ἐκφορᾶς ἐπιμέλειαν ὥστε μὴ μόνον τὰς προγεγενημένας παρʼ ἀνθρώποις ταφὰς ὑπερβαλέσθαι, ἀλλὰ καὶ τοῖς ἐσομένοις μηδεμίαν ὑπέρθεσιν καταλιπεῖν.
他对于葬礼的准备倾注了极大的热忱,以至于不仅超越了人类历史上曾举行过的所有丧礼,而且也没有给未来的丧礼留下任何超越的余地。
καὶ γὰρ ἠγάπησεν αὐτὸν μάλιστα τῶν ἐν στοργῇ φίλων δοξαζομένων καὶ μετὰ τὴν τελευτὴν ἐτίμησεν αὐτὸν ἀνυπερβλήτως.
因为在所有被视为亲爱友人的同伴中,他最深爱的是赫菲斯提翁,并在他死后给予了他无比尊崇的敬意。
ζῶντα μὲν γὰρ προετίμησε πάντων τῶν φίλων, καίπερ Κρατεροῦ φιλίαν ἔχοντος ἐνάμιλλον.
当他还在世时,他便在所有朋友中最为器重他,尽管克拉特鲁斯拥有着与之抗衡的友谊。
§17.114.2ἐπεὶ γάρ τις τῶν ἑταίρων εἶπεν μηδὲν καταδεέστερον Ἡφαιστίωνος τὸν Κρατερὸν στέργεσθαι, ἐπεφθέγξατο Κρατερὸν μὲν γὰρ εἶναι φιλοβασιλέα, Ἡφαιστίωνα δὲ φιλαλέξανδρον.
因为当他的一个同伴说克拉特鲁斯受到的关爱一点也不亚于赫菲斯提翁时,他便宣称克拉特鲁斯是“国王之友”,而赫菲斯提翁则是“亚历山大之友”。
τῆς δὲ Δαρείου μητρὸς κατὰ τὴν πρώτην ἔντευξιν διὰ τὴν ἄγνοιαν προσκυνούσης τὸν Ἡφαιστίωνα ὡς ὄντα βασιλέα καὶ μετὰ τὴν ἐπίγνωσιν διατρεπομένης εἶπεν, μηδὲν φροντίσῃς, ὦ μῆτερ· καὶ γὰρ καὶ οὗτος Ἀλέξανδρος.
并且,在大流士的母亲在第一次会见时,由于不了解情况,将赫菲斯提翁误认为国王而向其行礼,并在得知真相后感到惶恐,亚历山大说:“母亲,请不必担心,因为这个人也是亚历山大。
§17.114.3καθόλου γὰρ ὁ Ἡφαιστίων τοσαύτης ἐξουσίας καὶ φιλικῆς ἐκοινώνει παρρησίας ὡς τῆς Ὀλυμπιάδος ἀλλοτρίως ἐχούσης πρὸς αὐτὸν διὰ τὸν φθόνον καὶ κατὰ τὰς ἐπιστολὰς ἐπιτιμώσης αὐτῷ σκληρότερον καὶ ἀπειλούσης τά τε ἄλλα γράψαι πρὸς αὐτὴν ἐπιπληκτικῶς καὶ κατὰ τὴν ἐπιστολὴν ἐπὶ τελευτῆς θεῖναι ταῦτα. “καὶ πρὸς ἡμᾶς παύου διαβαλλομένη καὶ μὴ χαλέπαινε μηδὲ ἀπείλει·
” 总的来说,赫菲斯提翁分享了如此巨大的权力和友谊所赋予的直言权,以至于由于奥林匹亚斯因嫉妒而对他抱有敌意,并在信中相当严厉地指责他并威胁他,他不仅在其他事情上以责备的口吻回信,甚至在信的末尾写下了这样的话: “请停止对我们的诽谤,不要愤怒,也不要威胁。
εἰ δὲ μή, μετρίως ἡμῖν μελήσει·
否则,我们对您的关切将变得微不足道。
οἶδας γὰρ ὅτι Ἀλέξανδρος κρείττων ἁπάντων. ”
因为您知道,亚历山大优于所有人。
§17.114.4ὁ δʼ οὖν βασιλεὺς τὰ πρὸς τὴν ἐκφορὰν παρασκευαζόμενος ταῖς μὲν πλησίον πόλεσι προσέταξε κατὰ δύναμιν συμβάλλεσθαι πρὸς τὸν τῆς ἐκφορᾶς κόσμον, πᾶσι δὲ τοῖς κατὰ τὴν Ἀσίαν οἰκοῦσι προσέταξεν τὸ παρὰ τοῖς Πέρσαις ἱερὸν πῦρ καλούμενον ἐπιμελῶς σβέσαι, μέχρι ἂν τελέσῃ τὴν ἐκφοράν·
” 总之,国王在筹备葬礼时,命令邻近的城市根据各自的能力为葬礼的装饰做出贡献,并命令所有居住在亚洲的人仔细熄灭在波斯人中被称为“圣火”的火焰,直到他完成葬礼为止。
τοῦτο δὲ εἰώθασιν οἱ Πέρσαι ποιεῖν κατὰ τὰς τῶν βασιλέων τελευτάς.
这是波斯人在其国王去世时习惯做的事情。
§17.114.5τὸ δὲ πλῆθος χαλεπὸν οἰωνὸν ἐτίθετο τὸ πρόσταγμα καὶ τὸ θεῖον ὑπελάμβανον προσημαίνειν τὸν τοῦ βασιλέως θάνατον.
然而,民众将这一命令视为不祥之兆,并认为神灵正预示着国王的死亡。
ἐγένετο δὲ καὶ ἄλλα σημεῖα παράδοξα προδηλοῦντα τὴν Ἀλεξάνδρου τελευτήν, περὶ ὧν μικρὸν ὕστερον ἐροῦμεν, ὅταν τὸν περὶ τῆς ἐκφορᾶς λόγον ἀποδῶμεν.
还发生了其他奇特的前兆,预示着亚历山大的去世,关于这些,我们将在稍后完成关于葬礼的叙述后再作说明。