§17.114.1ἀπολύσας δὲ τὰς πρεσβείας περὶ τὴν ταφὴν ἐγίνετο τοῦ Ἡφαιστίωνος.
After dismissing the embassies, he devoted himself to the funeral of Hephaestion.
τοσαύτην δὲ σπουδὴν ἐποιήσατο πρὸς τὴν τῆς ἐκφορᾶς ἐπιμέλειαν ὥστε μὴ μόνον τὰς προγεγενημένας παρʼ ἀνθρώποις ταφὰς ὑπερβαλέσθαι, ἀλλὰ καὶ τοῖς ἐσομένοις μηδεμίαν ὑπέρθεσιν καταλιπεῖν.
He showed such great zeal for the care of the burial that he not only surpassed all funerals that had previously occurred among men, but also left no room for any future ones to excel.
καὶ γὰρ ἠγάπησεν αὐτὸν μάλιστα τῶν ἐν στοργῇ φίλων δοξαζομένων καὶ μετὰ τὴν τελευτὴν ἐτίμησεν αὐτὸν ἀνυπερβλήτως.
For indeed, he loved him most of all those who were esteemed as beloved friends, and after his death, he honored him incomparably.
ζῶντα μὲν γὰρ προετίμησε πάντων τῶν φίλων, καίπερ Κρατεροῦ φιλίαν ἔχοντος ἐνάμιλλον.
For while he was alive, he preferred him above all his friends, even though Craterus possessed a friendship that rivaled his.
§17.114.2ἐπεὶ γάρ τις τῶν ἑταίρων εἶπεν μηδὲν καταδεέστερον Ἡφαιστίωνος τὸν Κρατερὸν στέργεσθαι, ἐπεφθέγξατο Κρατερὸν μὲν γὰρ εἶναι φιλοβασιλέα, Ἡφαιστίωνα δὲ φιλαλέξανδρον.
For when one of his companions said that Craterus was loved no less than Hephaestion, he remarked that Craterus indeed was a friend of the king, but Hephaestion was a friend of Alexander.
τῆς δὲ Δαρείου μητρὸς κατὰ τὴν πρώτην ἔντευξιν διὰ τὴν ἄγνοιαν προσκυνούσης τὸν Ἡφαιστίωνα ὡς ὄντα βασιλέα καὶ μετὰ τὴν ἐπίγνωσιν διατρεπομένης εἶπεν, μηδὲν φροντίσῃς, ὦ μῆτερ· καὶ γὰρ καὶ οὗτος Ἀλέξανδρος. §17.114.3καθόλου γὰρ ὁ Ἡφαιστίων τοσαύτης ἐξουσίας καὶ φιλικῆς ἐκοινώνει παρρησίας ὡς τῆς Ὀλυμπιάδος ἀλλοτρίως ἐχούσης πρὸς αὐτὸν διὰ τὸν φθόνον καὶ κατὰ τὰς ἐπιστολὰς ἐπιτιμώσης αὐτῷ σκληρότερον καὶ ἀπειλούσης τά τε ἄλλα γράψαι πρὸς αὐτὴν ἐπιπληκτικῶς καὶ κατὰ τὴν ἐπιστολὴν ἐπὶ τελευτῆς θεῖναι ταῦτα. “καὶ πρὸς ἡμᾶς παύου διαβαλλομένη καὶ μὴ χαλέπαινε μηδὲ ἀπείλει· εἰ δὲ μή, μετρίως ἡμῖν μελήσει· οἶδας γὰρ ὅτι Ἀλέξανδρος κρείττων ἁπάντων.
And when the mother of Darius, at their first meeting, because of her ignorance, bowed to Hephaestion as being the king and, after realizing her mistake, was embarrassed, he said, "Do not worry, Mother; for indeed this man too is Alexander." In general, Hephaestion shared in such great authority and friendly freedom of speech that, because Olympias was hostile toward him due to jealousy and rebuked him rather harshly in her letters and threatened him, he wrote to her censoriously regarding other matters, and at the end of the letter, he set down these words: "And cease slandering us, and do not be angry or threaten us; otherwise, we shall care for you only moderately.
” §17.114.4ὁ δʼ οὖν βασιλεὺς τὰ πρὸς τὴν ἐκφορὰν παρασκευαζόμενος ταῖς μὲν πλησίον πόλεσι προσέταξε κατὰ δύναμιν συμβάλλεσθαι πρὸς τὸν τῆς ἐκφορᾶς κόσμον, πᾶσι δὲ τοῖς κατὰ τὴν Ἀσίαν οἰκοῦσι προσέταξεν τὸ παρὰ τοῖς Πέρσαις ἱερὸν πῦρ καλούμενον ἐπιμελῶς σβέσαι, μέχρι ἂν τελέσῃ τὴν ἐκφοράν· τοῦτο δὲ εἰώθασιν οἱ Πέρσαι ποιεῖν κατὰ τὰς τῶν βασιλέων τελευτάς.
For you know that Alexander is superior to all." The king, therefore, in preparing for the funeral, ordered the neighboring cities to contribute according to their ability to the decoration of the burial, and ordered all those who lived in Asia to carefully extinguish what was called the sacred fire among the Persians, until he should complete the funeral; and this the Persians are accustomed to do at the deaths of their kings.
§17.114.5τὸ δὲ πλῆθος χαλεπὸν οἰωνὸν ἐτίθετο τὸ πρόσταγμα καὶ τὸ θεῖον ὑπελάμβανον προσημαίνειν τὸν τοῦ βασιλέως θάνατον.
But the multitude regarded the command as a bad omen and supposed that the divine power was portending the death of the king.
ἐγένετο δὲ καὶ ἄλλα σημεῖα παράδοξα προδηλοῦντα τὴν Ἀλεξάνδρου τελευτήν, περὶ ὧν μικρὸν ὕστερον ἐροῦμεν, ὅταν τὸν περὶ τῆς ἐκφορᾶς λόγον ἀποδῶμεν.
There also occurred other extraordinary signs foretelling the death of Alexander, about which we shall speak a little later, when we have rendered the account of the funeral.