Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §17.115.1-17.115.6

赫菲斯提翁的巨型火葬坛与配享神祀

第 720 段,共 723 段 · 希腊语

内容简介

亚历山大为赫菲斯提翁建造了一座耗资巨大、装饰精美且层数众多的巨型火葬坛,并在得到阿蒙神谕的批准后,下令将他作为陪祀神供奉并举行了盛大的祭祀。

§17.115.1τῶν γὰρ ἡγεμόνων καὶ φίλων ἕκαστος στοχαζόμενος τῆς τοῦ βασιλέως ἀρεσκείας κατεσκεύαζεν εἴδωλα διʼ ἐλέφαντος καὶ χρυσοῦ καὶ τῶν ἄλλων τῶν θαυμαζομένων παρʼ ἀνθρώποις, αὐτὸς δὲ τοὺς ἀρχιτέκτονας ἀθροίσας καὶ λεπτουργῶν πλῆθος τοῦ μὲν τείχους καθεῖλεν ἐπὶ δέκα σταδίους, τὴν δʼ ὀπτὴν πλίνθον ἀναλεξάμενος καὶ τὸν δεχόμενον τὴν πυρὰν τόπον ὁμαλὸν κατασκευάσας ᾠκοδόμησε τετράπλευρον πυράν, σταδιαίας οὔσης ἑκάστης πλευρᾶς.
因为将领和朋友中的每个人,为了迎合国王的喜好,都用象牙、黄金以及其他受人赞叹的材料制作了雕像;而他自己则召集了建筑师和大量的精细工匠,拆毁了十斯塔德长的城壁,并收集了烧砖,将接受火葬坛的地方整平,建造了一个四方形的火葬坛,每边长一斯塔德。
§17.115.2εἰς τριάκοντα δὲ δόμους διελόμενος τὸν τόπον καὶ καταστρώσας τὰς ὀροφὰς φοινίκων στελέχεσι τετράγωνον ἐποίησε πᾶν τὸ κατασκεύασμα.
他将该处划分为三十个空间,用椰子树干铺设其顶部,使整个建筑物呈正方形。
μετὰ δὲ ταῦτα περιετίθει τῷ περιβόλῳ παντὶ κόσμον, οὗ τὴν μὲν κρηπῖδα χρυσαῖ πεντηρικαὶ πρῷραι συνεπλήρουν, οὖσαι τὸν ἀριθμὸν διακόσιαι τεσσαράκοντα, ἐπὶ δὲ τῶν ἐπωτίδων ἔχουσαι δύο μὲν τοξότας εἰς γόνυ κεκαθικότας τετραπήχεις, ἀνδριάντας δὲ πενταπήχεις καθωπλισμένους, τοὺς δὲ μεταξὺ τόπους φοινικίδες ἀνεπλήρουν πιληταί.
此后,他在整个外围饰以装饰物,其基座由金色的五段舵战船船首填满,数量达二百四十个,其突出部上载有两个高四肘的跪姿弓箭手,以及高五肘的武装雕像,而它们之间的空隙则由红色的毡幕填满。
§17.115.3ὑπεράνω δὲ τούτων τὴν δευτέραν ἐπανεῖχον χώραν δᾷδες πεντεκαιδεκαπήχεις, κατὰ μὲν τὴν λαβὴν ἔχουσαι χρυσοῦς στεφάνους, κατὰ δὲ τὴν ἐκφλόγωσιν ἀετοὺς διαπεπετακότας τὰς πτέρυγας καὶ κάτω νεύοντας, παρὰ δὲ τὰς βάσεις δράκοντας ἀφορῶντας τοὺς ἀετούς.
在这些之上,十五肘高的火炬支撑着第二层,其手柄处戴有金色的冠冕,在火焰喷出处有展开双翼向下俯视的鹰,在其基座旁有注视着这些鹰的蛇。
κατὰ δὲ τὴν τρίτην περιφορὰν κατεσκεύαστο ζῴων παντοδαπῶν πλῆθος κυνηγουμένων.
在第三圈中,雕刻了大量被狩猎的各种动物。
§17.115.4ἔπειτα ἡ μὲν τετάρτη χώρα κενταυρομαχίαν χρυσῆν εἶχεν, ἡ δὲ πέμπτη λέοντας καὶ ταύρους ἐναλλὰξ χρυσοῦς.
随后,第四层饰有金色的半人马之战,第五层则交替饰有金色的狮子和公牛。
τὸ δʼ ἀνώτερον μέρος ἐπεπλήρωτο Μακεδονικῶν καὶ βαρβαρικῶν ὅπλων, ὧν μὲν τὰς ἀνδραγαθίας, ὧν δὲ τὰς ἥττας σημαινόντων.
更上方的部分填满了马其顿和蛮族的武器,前者昭示武勇,后者昭示战败。
ἐπὶ πᾶσι δὲ ἐφειστήκεισαν Σειρῆνες διάκοιλοι καὶ δυνάμεναι λεληθότως δέξασθαι τοὺς ἐν αὐταῖς ὄντας καὶ ᾄδοντας ἐπικήδιον θρῆνον τῷ τετελευτηκότι.
在最上方立着空心的塞壬,它们能够隐秘地容纳人在其中为死者唱丧歌。
§17.115.5τὸ δʼ ὕψος ἦν ὅλου τοῦ κατασκευάσματος πήχεις πλείους τῶν ἑκατὸν τριάκοντα.
整个建筑的高度超过了一百三十肘。
καθόλου δὲ τῶν τε ἡγεμόνων καὶ τῶν στρατιωτῶν ἁπάντων καὶ τῶν πρέσβεων, ἔτι δὲ τῶν ἐγχωρίων φιλοτιμηθέντων εἰς τὸν τῆς ἐκφορᾶς κόσμον φασὶ τὸ πλῆθος τῶν ἀναλωθέντων χρημάτων γεγονέναι πλείω τῶν μυρίων καὶ δισχιλίων ταλάντων.
总的来说,由于将领们、全体士兵、使节们,甚至当地居民都在葬礼装饰上竞相表现热忱,据说耗费的资金总额超过了一万二千塔兰特。
§17.115.6ἀκολούθως δὲ ταύτῃ τῇ μεγαλοπρεπείᾳ καὶ τῶν ἄλλων γενομένων κατὰ τὴν ἐκφορὰν τιμῶν τὸ τελευταῖον προσέταξεν ἅπασι θύειν Ἡφαιστίωνι θεῷ παρέδρῳ·
与这种壮丽相称,在葬礼上的其他敬意也得以实施之后,最后,他命令所有人向作为陪祀神的赫菲斯提翁献祭。
καὶ γὰρ κατὰ τύχην ἧκεν εἷς τῶν φίλων Φίλιππος, χρησμὸν φέρων παρʼ Ἄμμωνος θύειν Ἡφαιστίωνι θεῷ.
因为正好碰巧,他的朋友之一菲力浦斯从阿蒙神那里带来了神谕,指示向赫菲斯提翁作为神明献祭。
διόπερ γενόμενος περιχαρὴς ἐπὶ τῷ καὶ τὸν θεὸν κεκυρωκέναι τὴν αὐτοῦ γνώμην πρῶτος τὴν θυσίαν ἐπετέλεσεν καὶ τὸ πλῆθος λαμπρῶς ὑπεδέξατο, μύρια τὸν ἀριθμὸν θύσας ἱερεῖα παντοδαπά.
因此,王因神明也批准了他的意图而感到欣喜若狂,他率先举行了献祭,并盛大招待了民众,宰杀了多达一万头各种祭牲。

词汇与语法注释

  1. 17.115.1στοχαζόμενος τῆς τοῦ βασιλέως ἀρεσκείας — 动词 στοχάζομαι(以……为目标、争取)要求其宾语使用属格(ἀρεσκείας)。在此处意为“以迎合国王的喜好为目标”。
  2. 17.115.1σταδιαίας οὔσης ἑκάστης πλευρᾶς — 这是一个由现在分词 οὔσης 及其主语 ἑκάστης πλευρᾶς 组成的属格独立구조,用于说明新落成的四方形火葬坛的物理尺寸(每边长一斯塔德)。
  3. 17.115.4ὧν μὲν ... ὧν δὲ — 关系代名词 ὧν(复数属格)与 μὲν... δέ 连用,表示对比。其先行词为前文的 ὅπλων(武器),结构上表示“(这些武器中)一部分代表英勇,而另一部分则代表战败”。
  4. 17.115.5φιλοτιμηθέντων — 该分词属于属格独立结构,与 τῶν τε ἡγεμόνων καὶ τῶν στρατιωτῶν... 一致。它在主句动词 φασί 之下作原因或伴随状况状语,意为“由于将领和士兵们竞相慷慨解囊”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §17.115.1-17.115.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.115.1-17.115.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。