Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §17.113.1-17.113.4

来自世界各地的使节与接见顺序

第 718 段,共 723 段 · 希腊语

内容简介

在通过雅典执政官和罗马执政官确定年份后,文中叙述了来自世界各地的使节团拜见亚历山大的盛况,以及他为接见他们所安排的优先顺序。

§17.113.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀγησίου Ῥωμαῖοι κατέστησαν ὑπάτους Γάιον Πόπλιον καὶ Παπίριον, Ὀλυμπιὰς δʼ ἤχθη τετάρτη πρὸς ταῖς ἑκατὸν καὶ δέκα, καθʼ ἣν ἐνίκα στάδιον Μικίνας Ῥόδιος.
在阿格西阿斯担任雅典执政官时,罗马人任命盖乌斯·波普里乌斯和帕皮里乌斯为执政官,并举行了第百十四届奥林匹克运动会,在这一届中,罗得岛的米基纳斯赢得了短跑比赛的冠军。
κατὰ δὲ τοῦτον τὸν χρόνον ἐξ ἁπάσης σχεδὸν τῆς οἰκουμένης ἧκον πρέσβεις, οἱ μὲν συγχαίροντες ἐπὶ τοῖς κατορθώμασιν, οἱ δὲ στεφανοῦντες, ἄλλοι δὲ φιλίας καὶ συμμαχίας τιθέμενοι, πολλοὶ δὲ δωρεὰς μεγαλοπρεπεῖς κομίζοντες, τινὲς δὲ ὑπὲρ τῶν ἐγκαλουμένων ἀπολογούμενοι.
正是在这个时期,来自几乎整个已知世界的使节纷纷到来,有的为他的成就表示祝贺,有的向他献上冠冕,有的建立友谊与同盟,许多人带来了宏伟的礼物,还有些人则是为了针对所受的指控进行申辩。
§17.113.2χωρὶς γὰρ τῶν ἀπὸ τῆς Ἀσίας ἐθνῶν καὶ πόλεων, ἔτι δὲ δυναστῶν πολλοὶ καὶ τῶν ἐκ τῆς Εὐρώπης καὶ Λιβύης κατήντησαν, ἐκ μὲν Λιβύης Καρχηδόνιοι καὶ Λιβυφοίνικες καὶ πάντες οἱ τὴν παράλιον οἰκοῦντες μέχρι τῶν Ἡρακλείων στηλῶν, ἐκ δὲ τῆς Εὐρώπης αἵ τε τῶν Ἑλλήνων πόλεις ἐξέπεμψαν καὶ Μακεδόνες, ἔτι δὲ Ἰλλυριοὶ καὶ τῶν περὶ τὸν Ἀδρίαν οἰκούντων οἱ πλείους, τά τε Θρᾴκια γένη καὶ τῶν πλησιοχώρων Γαλατῶν, ὧν τότε πρῶτον τὸ γένος ἐγνώσθη παρὰ τοῖς Ἕλλησιν.
因为除了亚洲的各民族、各城市以及统治者之外,还有许多来自欧洲和利比亚的人也抵达了:来自利比亚的有迦太基人、利比奥腓尼基人,以及居住在物理上直至赫拉克勒斯之柱的沿海地区的所有人;来自欧洲的有希腊人的各城市派遣了[使节],还有马其顿人,此外还有伊利里亚人、居住在亚得里亚海周边的大多数人、色雷斯的各部落,以及邻近的加拉太人,他们的种族在此刻才首次为希腊人所知。
§17.113.3ὁ δὲ Ἀλέξανδρος ἀπογραφὴν λαβὼν τῶν πρέσβεων διέταξε τοῖς μὲν πρώτοις διδόναι τὰς ἀποκρίσεις καὶ τοῖς ἑξῆς ἅπασι.
亚历山大在收到使节的登记名单后,安排向首批以及随后的所有人依次给予答复。
καὶ πρώτοις μὲν ἐχρημάτισε τοῖς ὑπὲρ τῶν ἱερῶν παραγεγενημένοις, δευτέροις δὲ τοῖς περὶ τῶν δωρεῶν ἥκουσιν, ἑξῆς δὲ τοῖς ἀμφισβητήσεις ἔχουσι πρὸς τοὺς ὁμόρους, τετάρτοις δὲ τοῖς περὶ τῶν ἰδιωτικῶν ἥκουσι, πέμπτοις δὲ τοῖς ἀντιλέγουσι περὶ τῆς καθόδου τῶν φυγάδων.
首先,他与那些为神圣事务而来的人进行了会见;其次,是那些为礼物而来的人;接着,是那些与邻国有争议的人;第四,是那些为私事而来的人;第五,是那些反对流亡者归国的人。
§17.113.4τοῖς μὲν οὖν Ἠλείοις πρώτοις ἐχρημάτισεν, εἶτα Ἀμμωνιεῦσι καὶ Δελφοῖς καὶ Κορινθίοις, ἔτι δὲ Ἐπιδαυρίοις καὶ τοῖς ἄλλοις, κατὰ τὴν δόξαν τῶν ἱερῶν προκρίνων τὰς ἐντεύξεις.
于是,他首先会见了伊利斯人,然后是阿蒙人、德尔斐人和哥林斯人,此外还有埃皮达鲁斯人及其他人,根据他们神庙的名望来决定会见的优先顺序。
πάσαις δὲ ταῖς πρεσβείαις φιλοτιμηθεὶς κεχαρισμένας δοῦναι τὰς ἀποκρίσεις εὐαρεστουμένας ἀπέλυσε κατὰ τὸ δυνατόν.
他极力向所有的使节团给予令人满意的答复,尽最大可能让他们满意地离去。

词汇与语法注释

  1. §17.113.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησιν Ἀγησίου — 属格绝对结构,用于通过雅典执政官(Archon)的名字来判定年份。前置词 `ἐπί` 接属格表示“在……执政期间”。
  2. §17.113.2αἵ τε τῶν Ἑλλήνων πόλεις ἐξέπεμψαν καὶ Μακεδόνες — 动词 `ἐξέπεμψαν`(派遣了)以 `αἵ τε τῶν Ἑλλήνων πόλεις`(希腊人的城市)为主语,而其后出现的 `Μακεδόνες`(马其顿人)和 `Ἰλλυριοί`(伊利里亚人)等主格名词,不应被视为该动词的宾语,而应理解为本段主句动词 `κατήντησαν`(抵达了)的主语。
  3. §17.113.3ἐχρημάτισε — 动词 `χρηματίζω` 在此用于处理公务、外交谈判或“接见/会晤”等专业含义,在此支配与格(如 `τοῖς... παραγεγενημένοις` 等)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §17.113.1-17.113.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.113.1-17.113.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。