Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §17.112.1-17.112.6

迦勒底人的警告与亚历山大进入巴比伦

第 717 段,共 723 段 · 希腊语

内容简介

亚历山大接近巴比伦时,迦勒底人警告他关于其死亡的预言,但国王在哲学家们的说服下忽视了警告,进入了巴比伦。

§17.112.1Ἀλέξανδρος καταπεπολεμηκὼς τὸ τῶν Κοσσαίων ἔθνος ἀνέζευξε μετὰ τῆς δυνάμεως καὶ προῆγεν ἐπὶ Βαβυλῶνος, ἀεὶ δὲ κατὰ τὰς στρατοπεδείας διαλείπων καὶ τὴν δύναμιν ἀναλαμβάνων ἡσυχῇ προῆγεν.
亚历山大在征服了科塞亚部落后,率领军队出发并向巴比伦推进。 他总是在营地驻留,让军队休整,缓缓前行。
§17.112.2ἀπέχοντος δὲ αὐτοῦ τριακοσίους σταδίους τῆς Βαβυλῶνος οἱ Χαλδαῖοι καλούμενοι, μεγίστην μὲν δόξαν ἐν ἀστρολογίᾳ περιπεποιημένοι, διὰ δέ τινος αἰωνίου παρατηρήσεως προλέγειν εἰωθότες τὰ μέλλοντα, προεχειρίσαντο μὲν ἐξ ἑαυτῶν τοὺς πρεσβυτάτους καὶ μεγίστην ἐμπειρίαν ἔχοντας, διὰ δὲ τῆς τῶν ἀστέρων μαντείας γνόντες τὴν μέλλουσαν γίνεσθαι τοῦ βασιλέως τελευτὴν ἐν Βαβυλῶνι προσέταξαν μηνῦσαι τῷ βασιλεῖ τὸν κίνδυνον καὶ παρακελεύσασθαι μηδενὶ τρόπῳ τὴν εἰς τὴν πόλιν εἴσοδον ποιήσασθαι·
当他距离巴比伦还有三百斯塔德时,所谓的迦勒底人——他们因在占星术中获得极高的名声而闻名,并且习惯于通过某种长期的观测来预言未来——从他们中间挑选出最年长且经验最丰富的人。 由于通过星象的占卜得知国王即将在巴比伦迎来的死亡,他们指示这些人向国王宣告这危险,并劝告他绝不要以任何方式进入该城。
§17.112.3δύνασθαι δὲ αὐτὸν ἐκφυγεῖν τὸν κίνδυνον, ἐὰν ἀναστήσῃ τὸν καθῃρημένον ὑπὸ Περσῶν τοῦ Βήλου τάφον καὶ τὴν βεβουλευμένην ὁδὸν ἐπιστήσας παρέλθῃ τὴν πόλιν.
并且[他们说],如果他重建被波斯人毁坏的贝洛斯陵墓,并改变计划好的路线,绕过该城,他就能逃脱这危险。
τῶν δὲ ἀποσταλέντων Χαλδαίων ὁ προκριθείς, ὄνομα Βελεφάντης, τῷ μὲν βασιλεῖ συνελθεῖν εἰς λόγους οὐκ ἐτόλμησε διὰ τὸν φόβον, Νεάρχῳ δʼ ἑνὶ τῶν Ἀλεξάνδρου φίλων κατʼ ἰδίαν ἐντυχὼν καὶ τὰ κατὰ μέρος ἀπαγγείλας ἠξίου δηλῶσαι τῷ βασιλεῖ.
在被派遣的迦勒底人中,被选出的名叫贝莱凡特斯的人,因恐惧而不敢与国王直接对话,但他私下里找到了亚历山大的朋友之一尼阿科斯,并详细报告了情况,请求他转告国王。
§17.112.4ὁ δʼ Ἀλέξανδροσἀκούσας παρὰ τοῦ Νεάρχου τὴν τῶν Χαλδαίων πρόρρησιν κατεπλάγη καὶ μᾶλλον ἀεὶ τὴν ἀγχίνοιαν τῶν ἀνδρῶν καὶ δόξαν ἀναλογιζόμενος ἐταράττετο τὴν ψυχήν.
亚历山大从尼阿科斯那里听到迦勒底人的预言后大为震惊,越是思考这些人的机敏和名声,他的灵魂越发感到不安。
τέλος δὲ τοὺς πολλοὺς τῶν φίλων ἀποστείλας εἰς τὴν πόλιν αὐτὸς εἰς ἄλλην ἀτραπὸν μεταβαλὼν παρήλλαξε τὴν Βαβυλῶνα καὶ καταστρατοπεδεύσας ἀπὸ σταδίων διακοσίων ἡσυχίαν εἶχεν.
最后,他将大部分朋友送入城中,自己则改走另一条小路绕过巴比伦,在距离两百斯塔德的地方扎营驻留。
πάντων δὲ θαυμαζόντων ἧκον πρὸς αὐτὸν ἄλλοι τε πλείους τῶν Ἑλλήνων καὶ τῶν φιλοσόφων οἱ περὶ τὸν Ἀνάξαρχον.
在众人都感到惊异的时候,许多其他希腊人以及阿那克萨科斯身边的哲学家们来到了他身边。
§17.112.5οὗτοι δὲ μαθόντες τὴν αἰτίαν καὶ τοῖς ἐκ φιλοσοφίας χρησάμενοι λόγοις ἐνεργῶς τοσοῦτον μετέθηκαν αὐτὸν ὥστε καταφρονῆσαι μὲν πάσης μαντικῆς, μάλιστα δὲ τῆς παρὰ Χαλδαίοις προτιμωμένης.
他们得知原因后,有效地运用哲学上的论据,极大地动摇了他的想法,以至于他开始蔑视所有的占卜,尤其是那些在迦勒底人中备受推崇的占卜。
διόπερ ὁ βασιλεύς, ὡσπερεὶ τετρωμένος τὴν ψυχὴν καὶ τοῖς τῶν φιλοσόφων ὑγιασθεὶς λόγοις, εἰς τὴν Βαβυλῶνα μετὰ τῆς δυνάμεως εἰσῆλθεν.
因此,国王虽然内心仿佛受了伤,但又被哲学家们的言论所治愈,于是率领军队进入了巴比伦。
§17.112.6τῶν δʼ ἐγχωρίων, καθάπερ καὶ πρότερον, φιλανθρώπως ὑποδεχομένων τοὺς στρατιώτας ἅπαντες ὥρμησαν πρὸς ἄνεσιν καὶ τρυφήν, πολλῆς τῶν ἐπιτηδείων παρεσκευασμένης δαψιλείας.
当地居民就像以前一样,热情地接待了士兵们,由于准备了丰盛的必需品,所有人都沉浸在放松和奢华之中。
ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
这些事情就是在这一年里发生的。

词汇与语法注释

  1. 17.112.3δύνασθαι δὲ αὐτὸν ἐκφυγεῖν — 不定动词 `δύνασθαι` 是前一句中由 `προσέταξαν`(他们指示)引入的间接引语(oratio obliqua)的延续,或者是省略了表示“他们说”的动词。其主语是代词宾格 `αὐτόν`(他,指亚历山大)。
  2. 17.112.3τὴν βεβουλευμένην ὁδὸν ἐπιστήσας — 主动第二不定过去时分词 `ἐπιστήσας`(源自 `ἐφίστημι`,“停止、克制”)在此处意为“中止”或“改变”计划好的路线。`τὴν βεβουλευμένην ὁδὸν`(计划好的路线)是其直接宾语。
  3. 17.112.4ἀπὸ σταδίων διακοσίων — 介词 `ἀπό` 在此处用于表示距离基准点(巴比伦)的远近(“相距两百斯塔德”),而非表示起点。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §17.112.1-17.112.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.112.1-17.112.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。