Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §17.105.1-17.105.8

征服奥雷泰人与穿越格德罗西亚荒漠

第 710 段,共 723 段 · 希腊语

内容简介

亚历山大征服了奥雷泰人的领土,并介绍了他们奇特的丧葬习俗。随后,军队进入恶劣的格德罗西亚荒漠,因食物匮乏面临严重危机,亚历山大紧急从各省调运物资。

§17.105.1εἰς δὲ τὴν τῶν Ὠρειτῶν χώραν διὰ τῶν παρόδων παρεισελθὼν ταχέως ἅπασαν ὑπήκοον ἐποιήσατο.
他通过通道进入了奥雷泰人的领土,并迅速使其全境归顺。
οἱ δὲ Ὠρεῖται τὰ μὲν ἄλλα παραπλήσια τοῖς Ἰνδοῖς ἔχουσιν, ἓν δὲ ἐξηλλαγμένον καὶ παντελῶς ἄπιστον.
而奥雷泰人在其他方面拥有与印度人极其相似的习俗,但唯独有一点是不同且完全令人难以置信的。
§17.105.2τῶν γὰρ τελευτησάντων παρʼ αὐτοῖς τὰ σώματα ἐκφέρουσιν οἱ συγγενεῖς γυμνοὶ λόγχας ἔχοντες, εἰς δὲ τοὺς ἐπὶ τῆς χώρας δρυμοὺς θέντες τὸ σῶμα τὸν μὲν περικείμενον τῷ νεκρῷ κόσμον περιαιροῦνται, τὸ δὲ σῶμα τοῦ τετελευτηκότος καταλείπουσι βορὰν τοῖς θηρίοις· τὰς δʼ ἐσθῆτας διελόμενοι θύουσι τοῖς κατὰ γῆν ἥρωσι καὶ τῶν οἰκείων ὑποδοχὴν ποιοῦνται.
因为在他们之中,凡有死者,亲属们便赤身裸体、手持长矛将尸体运出,并把尸体放置在当地的森林中,剥去死者身上佩戴的饰物,而将死者的尸体留下来作为野兽的食饵;在分发了衣物之后,他们向地下的英雄们献祭,并款待亲属举行宴会。
§17.105.3μετὰ δὲ ταῦθʼ ὁ Ἀλέξανδρος προῆγεν ἐπὶ τὴν Κεδρωσίαν, παρὰ θάλατταν τὴν πορείαν ποιούμενος, καὶ κατήντησεν εἰς ἔθνος ἄξενον καὶ παντελῶς θηριῶδες.
此后,亚历山大向格德罗西亚进军,沿海路前行,来到一个不友善且完全如野兽般的民族。
§17.105.4τούς τε γὰρ ὄνυχας οἱ τῇδε κατοικοῦντες ἐκ γενετῆς αὔξουσι μέχρι γήρως καὶ τὸ τρίχωμα πεπιλωμένον ἐῶσι, τὸ δὲ χρῶμα διὰ τὴν τοῦ ἡλίου θερμότητα κατακεκαυμένον ἔχουσι καὶ δορὰς θηρίων περιβέβληνται.
因为居住在这里的人们,其指甲自出生起便任其生长直至老年,头发也任其像毡子一样缠结,而他们的肤色因太阳的炙热而被晒得焦黑,并且披着野兽的皮。
§17.105.5σιτοῦνται δὲ τὰ ἐκβαλλόμενα κήτη σαρκοφαγοῦντες καὶ τὰς οἰκήσεις κατασκευάζουσι τοὺς μὲν τοίχους ἀνοικοδομοῦντες, τὰς δʼ ὀροφὰς ἐκ τῶν τοῦ κήτους πλευρῶν, ἐξ ὧν ὀκτωκαιδεκαπήχεις δοκοὶ κατηρτίζοντο· ἀντὶ δὲ τῶν κεράμων ταῖς φολίσι τῶν ζῴων τὰς στέγας κατεκάλυπτον.
他们以冲上岸的鲸鱼肉为食,并且建造住所,将墙壁砌起,屋顶则用鲸鱼的肋骨制成,从中可以制成十八腕尺长的梁木;他们不用瓦片,而是用这些动物的鳞甲来覆盖屋顶。
§17.105.6ὁ δὲ Ἀλέξανδρος διελθὼν τοῦτο τὸ ἔθνος ἐπιπόνως διὰ σπάνιν τροφῆς ἐνέβαλεν εἰς χώραν ἔρημον καὶ πάντων τῶν εἰς τὸ ζῆν χρησίμων σπανίζουσαν.
亚历山大由于食物匮乏而艰难地穿过这个民族的领地后,进入了一片荒凉、缺乏一切生活必需品的土地。
πολλῶν δὲ διὰ τὴν ἔνδειαν διαφθειρομένων ἥ τε δύναμις τῶν Μακεδόνων ἠθύμησεν καὶ ὁ Ἀλέξανδρος ἐνέπεσεν οὐκ εἰς τὴν τυχοῦσαν λύπην τε καὶ φροντίδα· δεινὸν γὰρ ἐφαίνετο τοὺς ἀρετῇ καὶ τοῖς ὅπλοις ἅπαντας ὑπερβαλομένους ἐν ἐρήμῳ χώρᾳ πάντων σπανίζοντας ἀκλεῶς ἀπόλλυσθαι.
在许多人因匮乏而丧生的情况下,马其顿人的军队丧失了斗志,亚历山大也陷入了非同寻常的悲伤与忧虑之中;因为在卓越与武力上超越所有人的勇士们,竟在荒凉的土地上因缺乏一切而默默无闻地死去,这似乎是一件极其可怕的事。
§17.105.7διόπερ εὐζώνους ἄνδρας ἐξέπεμψεν εἰς τὴν Παρθυαίαν καὶ Δραγγινὴν καὶ Ἀρίαν καὶ τὰς ἄλλας τὰς πλησιοχώρους τῇ ἐρήμῳ, προστάξας ταχέως ἀγαγεῖν ἐπὶ τὰς ἐμβολὰς τῆς Καρμανίας δρομάδας καμήλους καὶ τὰ νωτοφορεῖν εἰωθότα τῶν φορτίων, γεμίσαντας σίτου καὶ τῶν ἄλλων ἐπιτηδείων.
因此,他派遣了轻装的男子前往帕提亚、德兰吉亚娜、阿里亚以及邻接荒野的其他各地区,命令他们将快足骆驼和习惯于背负荷物的牲畜装满粮食及其他必需品,迅速带到卡尔马尼亚的入口处。
§17.105.8οὗτοι μὲν οὖν ὀξέως διανύσαντες πρὸς τοὺς σατράπας τούτων τῶν ἐπαρχιῶν ἐποίησαν παρακομισθῆναι πολλὴν ἀγορὰν ἐπὶ τὸν ὡρισμένον τόπον.
于是,这些人迅速完成了前往这些省份总督处的旅程,并使大量的物资被运送到指定的地点。
ὁ δὲ Ἀλέξανδρος τὸ μὲν πρῶτον διὰ τὴν ἀβοήθητον ἔνδειαν πολλοὺς ἀπέβαλε τῶν στρατιωτῶν, μετὰ δὲ ταῦτα κατὰ τὴν πορείαν ὄντος αὐτοῦ τῶν Ὠρειτῶν τινες ἐπιθέμενοι τοῖς περὶ τὸν Λεοννάτον τεταγμένοις καὶ συχνοὺς καταβαλόντες ἀπέφυγον εἰς τὴν ἑαυτῶν χώραν.
亚历山大起初因为无可挽回的匮乏而失去了许多士兵,但在此之后,在他行军期间,一些奥雷泰人袭击了部署在雷翁纳托斯周围的部队,击倒了许多人后逃回了自己的国家。

词汇与语法注释

  1. 17.105.1τὰ μὲν ἄλλα — 关系宾格(或称尊重宾格),意为“在其他方面”,与后文的 `ἓν δὲ`(但唯独有一点)相对比。
  2. 17.105.5ἐξ ὧν — 关系代词 `ὧν` 的先行词是前文的阴性复数名词 `πλευρῶν`(肋骨)。`ἐξ ὧν`(从中)表示原材料或来源。
  3. 17.105.6οὐκ εἰς τὴν τυχοῦσαν — 一种使用否定分词的缓叙法(litotes)惯用表达。`τυχοῦσαν`(`τυγχάνω` 的不定过去时分词阴性单数宾格)字面意思是“碰巧遇到的/寻常的”,与否定词连用表示“非同寻常的”,用以强调亚历山大悲伤的深重。
  4. 17.105.6δεινὸν γὰρ ἐφαίνετο τοὺς ἀρετῇ καὶ τοῖς ὅπλοις ἅπαντας ὑπερβαλομένους ἐν ἐρήμῳ χώρᾳ πάντων σπανίζοντας ἀκλεῶς ἀπόλλυσθαι — 动词 `ἐφαίνετο`(似乎/显现)的主语是不定式从句 `ἀπόλλυσθαι`(灭亡)。宾格分词短语 `τοὺς ... ὑπερβαλομένους ... σπανίζοντας` 作为该不定式的主语,构成了“带宾格的不定式”(accusativus cum infinitivo)结构。
  5. 17.105.7τὰ νωτοφορεῖν εἰωθότα τῶν φορτίων — 复合动词 `νωτοφορέω`(背负)的不定式修饰表示习惯的 `εἰωθότα`(`ἔθω` 的完成时分词中性复数)。`τῶν φορτίων`(属格复数,指荷物)整体上指代“习惯于背负重物的牲畜”。
  6. 17.105.8ἐποίησαν παρακομισθῆναι — `ποιέω` 加上被动不定式 `παρακομισθῆναι` 构成的使役结构,意为“使(大量物资)被运送”(即“下令运送”)。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §17.105.1-17.105.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.105.1-17.105.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。