Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §17.104.1-17.104.8

大洋祭祀与涅阿科斯出航

第 709 段,共 723 段 · 希腊语

内容简介

亚历山大抵达大洋并举行祭祀仪式后,折返回帕塔拉,将舰队交托给涅阿科斯,自己则率陆军征服了格德罗西亚和奥雷蒂斯地区,并在海边建立了一座亚历山大里亚城。

§17.104.1αὐτὸς δὲ καταπλεύσας εἰς τὸν Ὠκεανὸν μετὰ τῶν φίλων καὶ δύο νήσους ἐνταῦθα κατιδὼν ἔθυσεν ἐν αὐταῖς τοῖς θεοῖς μεγαλοπρεπῶς καὶ πολλὰ μὲν ἐκπώματα καὶ μεγάλα χρυσᾶ κατεπόντισε ταῖς σπονδαῖς συναφιείς, βωμοὺς δὲ Τηθύος καὶ Ὠκεανοῦ κατασκευάσας ὑπέλαβεν τετελευτηκέναι τὴν προκεχειρισμένην στρατείαν.
他自己则与朋友们一起乘船顺流而下到达大洋,并在那里发现了两座岛屿,在岛上庄严地向神明祭祀,伴随着献祭将许多巨大的金杯沉入海中,并在建造了泰西丝和大洋神俄刻阿诺斯的祭坛后,认为预定的远征已经结束。
ἀναζεύξας δʼ ἐντεῦθεν εἰς τοὐπίσω διὰ τοῦ ποταμοῦ παρέπλευσεν εἰς Πάταλα, πόλιν ἐπίσημον.
他从那里折返,沿河逆流航行,来到了著名的城市帕塔拉。
§17.104.2αὕτη δὲ τὴν πολιτείαν εἶχε διατεταγμένην ὁμοίως τῇ Σπάρτῃ· ἀπὸ δύο γὰρ οἴκων ἐν αὐτῇ διεδέχοντο δύο βασιλεῖς, αἰεὶ τῶν κατὰ πόλεμον ἡγούμενοι πραττομένων, τὸ δὲ τῶν γερόντων ἀρχεῖον τῶν ὅλων προειστήκει.
这座城市的政体组织与斯巴达相似:因为城中由两个家族的两位国王世袭,他们始终统领战争事务,而长老院则主持国家的全盘事务。
§17.104.3ὁ δʼ οὖν Ἀλέξανδρος τὰ πεπονηκότα τῶν σκαφῶν ἐνέπρησε, τὸν δὲ λοιπὸν στόλον παραδοὺς Νεάρχῳ καί τισιν ἄλλοις τῶν φίλων προσέταξε τὴν παραλίαν πᾶσαν παραπλεῦσαι διʼ Ὠκεανοῦ καὶ πάντα κατασκεψαμένους ἀπαντᾶν ἐπὶ τὰς ἐκβολὰς τοῦ Εὐφράτου ποταμοῦ.
于是,亚历山大烧毁了那些受损的船只,将其余的舰队交托给涅阿科斯及其他几位朋友,命令他们通过大洋沿整个海岸航行,并在考察一切之后,在幼发拉底河口会合。
§17.104.4αὐτὸς δὲ ἀναλαβὼν τὴν δύναμιν ἐπῆλθε πολλὴν χώραν καὶ τοὺς μὲν ἐναντιουμένους κατεπολέμησε, τοὺς δὲ πειθαρχοῦντας φιλανθρώπως προσεδέχετο.
他自己率领陆军,穿过了大片土地,击败了那些反抗他的人,同时宽容地接纳了那些顺从他的人。
τοὺς μὲν γὰρ Ἀβρίτας ὀνομαζομένους καὶ τοὺς τὴν Κεδρωσίαν οἰκοῦντας χωρὶς κινδύνων προσηγάγετο, §17.104.5μετὰ δὲ ταῦτα πολλὴν μὲν ἄνυδρον, οὐκ ὀλίγην δὲ ἔρημον διελθὼν ἐπὶ τὰ Ὠρείτιδος ὅρια κατήντησεν.
他毫无危险地征服了被称为阿布里泰的人以及居住在格德罗西亚的人,此后,在穿过了许多缺水且相当荒凉的土地后,他到达了奥雷蒂斯的边境。
εἰς τρία δὲ μέρη τὴν δύναμιν διελόμενος τοῦ μὲν πρώτου μέρους ἀπέδειξεν ἡγεμόνα Πτολεμαῖον, τοῦ δὲ δευτέρου Λεοννάτον, §17.104.6καὶ τὴν μὲν παραθαλαττίαν λεηλατεῖν προσέταξε Πτολεμαῖον, τὴν μεσόγειον δὲ κατασῦραι Λεοννάτον,τὴν δʼ ὑπώρειαν καὶ τὴν ὀρεινὴν αὐτὸς ἐπόρθησεν.
他将军队分为三部分,任命托勒密为第一部分的指挥官,雷翁纳托斯为第二部分的指挥官,并命令托勒密掠夺沿海地区,雷翁纳托斯袭扰内陆地区,而他自己则摧毁了山麓和山地。
ἅμα δʼ ὑφʼ ἕνα καὶ τὸν αὐτὸν καιρὸν πολλῆς χώρας δῃουμένης ἔγεμε πᾶς τόπος πυρὸς καὶ διαρπαγῆς καὶ πολλῶν φόνων.
由于大片土地在同一时间遭到践踏和劫掠,每个地方都充斥着战火、抢劫和大量的杀戮。
§17.104.7διόπερ ταχέως οἱ μὲν στρατιῶται πολλῆς λείας ἐκυρίευσαν, τῶν δʼ ἀναιρεθέντων σωμάτων ἀριθμὸς ἐγένετο πολλῶν μυριάδων.
因此,士兵们迅速掌握了大量的战利品,被杀之人的数量达到了数万。
τῇ δὲ τῶν ἐθνῶν τούτων ἀπωλείᾳ πάντες οἱ πλησιόχωροι περίφοβοι γενόμενοι προσεχώρησαν τῷ βασιλεῖ.
由于这些民族的毁灭,所有邻近的居民都陷入了极度的恐惧中,纷纷向国王投降。
§17.104.8ὁ δʼ Ἀλέξανδρος παρὰ θάλατταν ἐφιλοτιμήθη κτίσαι πόλιν καὶ λιμένα μὲν εὑρὼν ἄκλυστον, πλησίον δʼ αὐτοῦ τόπον εὔθετον ἔκτισεν ἐν αὐτῷ πόλιν Ἀλεξάνδρειαν.
亚历山大极想在海边建立一座城市,在发现了一个风平浪静的港湾后,他在其附近一处适宜的地方建立了一座城市,命名为亚历山大里亚。

词汇与语法注释

  1. §17.104.1ταῖς σπονδαῖς συναφιείς — 分词 `συναφιείς`(`συναφίημι`“一同释放、结合”的现在活动分词)支配与格 `ταῖς σπονδαῖς`(献酒),表示主动词 `κατεπόντισε`(沉入海中)的伴随状况。它表明投掷金杯的行为是与奠祭仪式同时进行的。
  2. §17.104.2τῶν κατὰ πόλεμον ἡγούμενοι πραττομένων — 分词 `ἡγούμενοι`(“领导、统治”)支配属格,以中性复数分词的名词化用法 `τῶν πραττομένων`(“所做的事”)及其修饰语 `κατὰ πόλεμον` 作为其宾语。
  3. §17.104.5τοῦ δὲ δευτέρου Λεοννάτον — 与前句 `τοῦ μὲν πρώτου μέρους ἀπέδειξεν ἡγεμόνα Πτολεμαῖον` 相对比,此句省略了动词 `ἀπέδειξεν`(“任命”)、名词 `ἡγεμόνα`(“指挥官”)以及 `μέρους`(“部分”),使得 `Λεοννάτον` 作为对格宾语起作用。
  4. §17.104.6πολλῆς χώρας δῃουμένης — 带有现在被动分词 `δῃουμένης` 的属格独立结构。它为主句 `ἔγεμε πᾶς τόπος...`(“每个地方都充满了……”)提供了原因或同时性的时间背景。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §17.104.1-17.104.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.104.1-17.104.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。