§17.105.1εἰς δὲ τὴν τῶν Ὠρειτῶν χώραν διὰ τῶν παρόδων παρεισελθὼν ταχέως ἅπασαν ὑπήκοον ἐποιήσατο.
彼はオレイタイ人の国へと峠道を通って侵入し、速やかにそこ全土を服属させた。
οἱ δὲ Ὠρεῖται τὰ μὲν ἄλλα παραπλήσια τοῖς Ἰνδοῖς ἔχουσιν, ἓν δὲ ἐξηλλαγμένον καὶ παντελῶς ἄπιστον.
一方、オレイタイ人は、他の点ではインド人に極めて類似した習俗を有しているが、一つだけ、異なっていてまったく信じがたいものがある。
§17.105.2τῶν γὰρ τελευτησάντων παρʼ αὐτοῖς τὰ σώματα ἐκφέρουσιν οἱ συγγενεῖς γυμνοὶ λόγχας ἔχοντες, εἰς δὲ τοὺς ἐπὶ τῆς χώρας δρυμοὺς θέντες τὸ σῶμα τὸν μὲν περικείμενον τῷ νεκρῷ κόσμον περιαιροῦνται, τὸ δὲ σῶμα τοῦ τετελευτηκότος καταλείπουσι βορὰν τοῖς θηρίοις·
というのも、彼らの間では、亡くなった者の遺体を、親族たちが裸になって槍を手に持って運び出し、その土地の森の中に遺体を置くと、死体に身につけられている装飾品を剥ぎ取る一方、亡くなった者の遺体そのものは野獣の餌食として残し置くからである。
τὰς δʼ ἐσθῆτας διελόμενοι θύουσι τοῖς κατὰ γῆν ἥρωσι καὶ τῶν οἰκείων ὑποδοχὴν ποιοῦνται.
そして、衣服を分配したのち、地底の英雄たちに犠牲を捧げ、親族をもてなす宴を行う。
§17.105.3μετὰ δὲ ταῦθʼ ὁ Ἀλέξανδρος προῆγεν ἐπὶ τὴν Κεδρωσίαν, παρὰ θάλατταν τὴν πορείαν ποιούμενος, καὶ κατήντησεν εἰς ἔθνος ἄξενον καὶ παντελῶς θηριῶδες.
この後、アレクサンドロスはゲドロシアへ向けて進軍し、海沿いを行路にとり、不親切でまったく野獣のような民族のところに至った。
§17.105.4τούς τε γὰρ ὄνυχας οἱ τῇδε κατοικοῦντες ἐκ γενετῆς αὔξουσι μέχρι γήρως καὶ τὸ τρίχωμα πεπιλωμένον ἐῶσι, τὸ δὲ χρῶμα διὰ τὴν τοῦ ἡλίου θερμότητα κατακεκαυμένον ἔχουσι καὶ δορὰς θηρίων περιβέβληνται.
というのも、ここに住む人々は、爪を出生の時から老年に至るまで伸ばし続け、髪をフェルトのように絡まるままにしておき、皮膚の色は太陽の暑さのために黒く焼け焦げており、野獣の皮を身にまとっているからである。
§17.105.5σιτοῦνται δὲ τὰ ἐκβαλλόμενα κήτη σαρκοφαγοῦντες καὶ τὰς οἰκήσεις κατασκευάζουσι τοὺς μὲν τοίχους ἀνοικοδομοῦντες, τὰς δʼ ὀροφὰς ἐκ τῶν τοῦ κήτους πλευρῶν, ἐξ ὧν ὀκτωκαιδεκαπήχεις δοκοὶ κατηρτίζοντο·
彼らは、打ち上げられた鯨の肉を食べて主食とし、住居を建設するにあたっては、壁を築き上げ、屋根は鯨の肋骨で作るが、そこからは十八ペーキュスの梁が切り出された。
ἀντὶ δὲ τῶν κεράμων ταῖς φολίσι τῶν ζῴων τὰς στέγας κατεκάλυπτον.
また、瓦の代わりに、これら動物の鱗で屋根を覆っていた。
§17.105.6ὁ δὲ Ἀλέξανδρος διελθὼν τοῦτο τὸ ἔθνος ἐπιπόνως διὰ σπάνιν τροφῆς ἐνέβαλεν εἰς χώραν ἔρημον καὶ πάντων τῶν εἰς τὸ ζῆν χρησίμων σπανίζουσαν.
アレクサンドロスは、食糧の不足のために困難を極めつつこの民族の地を通過したのち、荒涼とした、生活に必要なあらゆるものに欠乏した土地へと入った。
πολλῶν δὲ διὰ τὴν ἔνδειαν διαφθειρομένων ἥ τε δύναμις τῶν Μακεδόνων ἠθύμησεν καὶ ὁ Ἀλέξανδρος ἐνέπεσεν οὐκ εἰς τὴν τυχοῦσαν λύπην τε καὶ φροντίδα·
欠乏のために多くの者が命を落とすなか、マケドニア人の軍勢は落胆し、アレクサンドロスも並大抵ではない悲しみと憂慮に陥った。
δεινὸν γὰρ ἐφαίνετο τοὺς ἀρετῇ καὶ τοῖς ὅπλοις ἅπαντας ὑπερβαλομένους ἐν ἐρήμῳ χώρᾳ πάντων σπανίζοντας ἀκλεῶς ἀπόλλυσθαι.
というのも、卓越した勇気と武力によってあらゆる人々に勝っていた者たちが、荒涼とした土地で何から何まで不足したまま、不名誉に滅び去るということは、恐るべき事態に思われたからである。
§17.105.7διόπερ εὐζώνους ἄνδρας ἐξέπεμψεν εἰς τὴν Παρθυαίαν καὶ Δραγγινὴν καὶ Ἀρίαν καὶ τὰς ἄλλας τὰς πλησιοχώρους τῇ ἐρήμῳ, προστάξας ταχέως ἀγαγεῖν ἐπὶ τὰς ἐμβολὰς τῆς Καρμανίας δρομάδας καμήλους καὶ τὰ νωτοφορεῖν εἰωθότα τῶν φορτίων, γεμίσαντας σίτου καὶ τῶν ἄλλων ἐπιτηδείων.
それゆえ、彼は軽装の男たちをパルテュアイア、ドランギネ、アリア、および砂漠に隣接するその他の諸地方へと派遣し、カルマニアの入り口に、疾走するらくだや、荷物を背に載せることに慣れた獣たちを、穀物やその他の必需品で満載にした上で、速やかに連れてくるよう命じた。
§17.105.8οὗτοι μὲν οὖν ὀξέως διανύσαντες πρὸς τοὺς σατράπας τούτων τῶν ἐπαρχιῶν ἐποίησαν παρακομισθῆναι πολλὴν ἀγορὰν ἐπὶ τὸν ὡρισμένον τόπον.
そこで、これらの者たちは速やかに旅を終えてこれら属州のサトラップたちのもとに至り、指定された場所へ多くの物資を輸送させた。
ὁ δὲ Ἀλέξανδρος τὸ μὲν πρῶτον διὰ τὴν ἀβοήθητον ἔνδειαν πολλοὺς ἀπέβαλε τῶν στρατιωτῶν, μετὰ δὲ ταῦτα κατὰ τὴν πορείαν ὄντος αὐτοῦ τῶν Ὠρειτῶν τινες ἐπιθέμενοι τοῖς περὶ τὸν Λεοννάτον τεταγμένοις καὶ συχνοὺς καταβαλόντες ἀπέφυγον εἰς τὴν ἑαυτῶν χώραν.
アレクサンドロスは、最初は、手の施しようのない欠乏のために多くの兵士を失ったが、その後、彼が行軍中であるときに、オレイタイ人の一部がレオンナトスの率いる部隊を襲撃し、多くの者を討ち倒したのち、自分たちの土地へと逃げ去った。