§17.106.1μόγις δὲ περάσας τὴν ἔρημον ἧκεν εἰς χώραν οἰκουμένην καὶ πάντων τῶν χρησίμων εὐποροῦσαν.
他终于艰难地穿过荒野,来到一片有人居住、并丰富地拥有各种生活必需品的土地。
ἐν ταύτῃ δὲ προσαναλαβὼν τὴν δύναμιν ἐφʼ ἑπτὰ μὲν ἡμέρας προῄει κεκοσμημένῃ τῇ δυνάμει πανηγυρικῶς καὶ Διονύσῳ κῶμον ἤγαγεν ἑορτάζων καὶ μέθῃ καὶ πότοις χρώμενος κατὰ τὴν ὁδοιπορίαν.
在此地恢复了军队的体力后,他带着装扮成节日盛装的军队前行了七天,在行军途中举行庆典,沉湎于纵酒和畅饮,举行了敬献狄奥尼索斯的狂欢游行。
§17.106.2ἀπὸ τούτων δὲ γενόμενος, ἀκούσας ὅτι πολλοὶ τῶν βιαίως καὶ ὑβριστικῶς κεχρημένων ταῖς ἐξουσίαις παρανενομήκασι, πολλοὺς τῶν τε σατραπῶν καὶ στρατηγῶν τιμωρίας ἠξίωσεν.
结束了这些活动后,他听说许多暴力和傲慢地行使权力的人犯下了违法行为,便对许多总督和将军予以惩处。
τῆς δʼ εἰς τοὺς παρανενομηκότας ἡγεμόνας μισοπονηρίας διαβοηθείσης πολλοὶ τῶν στρατηγῶν συνειδότες ἑαυτοῖς ὕβρεις καὶ παρανομίας εἰς φόβον ἐνέπιπτον καὶ τινὲς μὲν μισθοφόρους ἔχοντες ἀφίσταντο τοῦ βασιλέως, τινὲς δὲ χρήματα συσκευασάμενοι δρασμοὺς ἐποιοῦντο.
随着王对那些违法的领导者痛恨邪恶的态度传开,许多将军因意识到自己的傲慢和违法行为而陷入恐惧,一些人带着雇佣兵背叛了国王,另一些人则收拾财产逃跑。
§17.106.3ταῦτα δὲ πυνθανόμενος ὁ βασιλεὺς πρὸς πάντας τοὺς κατὰ τὴν Ἀσίαν στρατηγοὺς καὶ σατράπας ἔγραψεν, ἐπειδὰν ἀναγνῶσι τὴν ἐπιστολήν, παραχρῆμα πάντας τοὺς μισθοφόρους ἀπολῦσαι.
国王得知此事后,写信给亚洲各地的所有将军和总督,命令他们一旦读到信件,就必须立即解散所有的雇佣兵。
§17.106.4κατὰ δὲ τοῦτον τὸν καιρὸν τοῦ βασιλέως διατρίβοντος ἔν τινι παραθαλαττίῳ πόλει ὀνομαζομένῃ Σαλμοῦντι καὶ σκηνικοὺς ἀγῶνας ἐν τῷ θεάτρῳ ποιοῦντος κατέπλευσαν οἱ διʼ Ὠκεανοῦ πλεῖν τὴν παραθαλάττιον ἀπεσταλμένοι καὶ παραχρῆμα εἰς τὸ θέατρον παρελθόντες τόν τε Ἀλέξανδρον ἠσπάσαντο καὶ περὶ τῶν πεπραγμένων ἀπήγγειλαν.
在这个时候,国王正滞留在一个名叫萨尔穆斯的沿海城市,并在剧场举行戏剧比赛,而那些被派去通过大洋沿海航行的人驶入港口,并立即进入剧场,向亚历山大问候,并报告了他们的所作所为。
§17.106.5οἱ δὲ Μακεδόνες ἡσθέντες τῇ παρουσίᾳ τῶν ἀνδρῶν κρότῳ μεγάλῳ τὸ γεγονὸς ἐπεσημήναντο καὶ πᾶν τὸ θέατρον μεστὸν ἦν χαρᾶς ἀνυπερβλήτου.
马其顿人对这些人的出现感到高兴,用巨大的掌声对这一事件表示赞许,整个剧场充满了无与伦比的喜悦。
§17.106.6οἱ δὲ καταπεπλευκότες ἀπήγγελλον ἀμπώτεις τε καὶ πλήμας παραδόξους γίνεσθαι κατὰ τὸν Ὠκεανὸν καὶ κατὰ μὲν τὰς ἀμπώτεις νήσους τε ὁρᾶσθαι πολλὰς καὶ μεγάλας ἐπʼ ἄκρας τῆς παραθαλαττίου χώρας, κατὰ δὲ τὰς πλήμας ἅπαντας τοὺς προειρημένους τόπους κατακλύζεσθαι, πολλοῦ καὶ βιαίου ῥεύματος φερομένου πρὸς τὴν χέρσον, τῆς δʼ ἐπιφανείας ἀφρῷ πολλῷ λευκαινομένης.
归航的人报告说,大洋中发生了奇特的退潮和涨潮,在退潮时,沿海地区边缘可见到许多大岛,而在涨潮时,所有上述地方都被淹没,一股巨大而猛烈的海流冲向陆地,海面因大量泡沫而变白。
τὸ δὲ παραδοξότατον, κήτεσι πολλοῖς καὶ τὸ μέγεθος ἀπίστοις συγκεκυρηκέναι· §17.106.7ταῦτα δὲ φοβηθέντας αὐτοὺς τὸ μὲν πρῶτον ἀπελπίσαι τὸ ζῆν ὡς αὐτίκα μάλα μετὰ τῶν σκαφῶν διαφθαρησομένους, μετὰ δὲ ταῦτα ἐξ ἁπάντων μιᾶς φωνῆς γινομένης καὶ διὰ τῶν ὅπλων πολλοῦ συντελουμένου ψόφου, πρὸς δὲ τούτοις τῶν σαλπίγγων ἐνιεμένων τῷ παραδόξῳ πτοηθῆναι τὰ θηρία καὶ δῦναι πρὸς βυθόν.
而最令人惊奇的是,他们遇到了许多体型大得令人难以置信的鲸鱼;他们因害怕这些怪物,起初对生存感到绝望,以为自己会立刻和船只一起被毁掉,但在此之后,所有人齐声呐喊,用武器制造出巨大的声响,再加上小号的吹奏,这些野兽因这奇异的景象而受惊,潜入深渊。