§17.102.1ὁ δʼ οὖν Ἀλέξανδρος τὴν μὲν στρατιὰν προσέταξεν παρὰ τὸν ποταμὸν ἀντιπαράγειν ταῖς ναυσίν, αὐτὸς δὲ τὸν διὰ τοῦ ποταμοῦ κατὰ τὸν Ὠκεανὸν πλοῦν ποιούμενος κατῆρεν εἰς τὴν χώραν τῶν ὀνομαζομένων Σαμβαστῶν.
于是,亚历山大命令陆军沿着河流与船队并排行军,而他自己则乘船沿河向大洋航行,并在被称为萨姆巴斯泰人的领地登陆。
§17.102.2οὗτοι δὲ τῷ τε πλήθει τῶν ἀνδρῶν καὶ ταῖς ἀρεταῖς οὐδενὸς τῶν Ἰνδικῶν ἐθνῶν λείπονται· οἰκοῦντες δὲ πόλεις δημοκρατουμένας καὶ τὴν ἔφοδον τῶν Μακεδόνων πυνθανόμενοι στρατιώτας ἤθροισαν πεζοὺς μὲν ἑξακισμυρίους, ἱππεῖς δὲ ἑξακισχιλίους, ἅρματα δὲ πεντακόσια.
这些人在人数和勇武上都不亚于印度任何其他部落;他们居住在实行民主制的城市中,在听闻马其顿人逼近的消息后,便集结了六万步兵、六千骑兵和五百辆战车。
§17.102.3τοῦ δὲ στόλου προσπλέοντος τῷ ξένῳ καὶ παραδόξῳ τῆς παρουσίας πτοηθέντες καὶ τὴν διαβεβοημένην δόξαν τῶν Μακεδόνων καταπλαγέντες, ἔτι δὲ τῶν πρεσβυτέρων συμβουλευσάντων μὴ διαγωνίζεσθαι πεντήκοντα τοὺς ἐπιφανεστάτους πρεσβευτὰς ἐξαπέστειλαν, ἀξιοῦντες φιλανθρώπως αὐτοῖς προσενεχθῆναι.
然而,当船队驶近时,他们因这不期而至且奇异的景象而惊恐万分,并对马其顿人广为流传的名声感到畏惧,加之长老们也建议不要与之交战,于是他们派遣了五十位最杰出的代表作为使节,请求宽大对待他们。
§17.102.4ὁ δὲ βασιλεὺς ἐπαινέσας τοὺς ἄνδρας καὶ συγχωρήσας τὴν εἰρήνην δωρεαῖς τε μεγάλαις καὶ τιμαῖς ἡρωικαῖς ὑπὸ τῶν ἐγχωρίων ἐτιμήθη.
国王赞扬了这些人并允诺了和平,他也受到了当地人赠予的丰厚礼物和英雄般的崇高敬意。
μετὰ δὲ ταῦτα τοὺς παρὰ τὸν ποταμὸν ἐξ ἀμφοτέρων τῶν μερῶν κατοικοῦντας, ὀνομαζομένους δὲ Σόδρας καὶ Μασσανούς, προσηγάγετο.
此后,他降服了居住在河流两岸、被称为索德赖和马萨诺伊的人民。
περὶ δὲ τούτους τοὺς τόπους ἔκτισε πόλιν Ἀλεξάνδρειαν κατὰ τὸν ποταμόν, μυρίους καταλέξας οἰκήτορας.
在这些地区,他沿河建立了一座名为亚历山大的城市,并选拔了一万名居民入驻。
§17.102.5μετὰ δὲ ταῦτα εἰς τὴν Μουσικάνου τοῦ βασιλέως χώραν καταντήσας τόν τε δυνάστην ὑποχείριον λαβὼν ἀπέκτεινε καὶ τὸ ἔθνος ὑποχείριον ἐποίησεν.
此后,他抵达国王穆西卡诺斯的领地,将这位统治者生擒并处死,使该部族臣服。
ἑξῆς δʼ εἰς τὴν Πορτικάνου δυναστείαν ἐμβαλὼν δύο μὲν ἐξ ἐφόδου πόλεις ἐξεπολιόρκησε καὶ τοῖς στρατιώταις ἐφεὶς διαρπάσαι τὰς οἰκίας ἐνέπρησεν, αὐτὸν δὲ τὸν Πορτικᾶνον εἰς χωρίον ὀχυρὸν καταφυγόντα χειρωσάμενος ἀπέκτεινε μαχόμενον.
接着,他攻入波尔蒂卡诺斯的领地,在首次发起突击时便攻陷了两座城市,允许士兵抢劫房屋并将其付之一炬;而波尔蒂卡诺斯本人逃往一处险要之地,亚历山大将其制服并在战斗中杀死。
τὰς δὲ πόλεις ἁπάσας τὰς ὑπὸ τοῦτον τεταγμένας ἐκπολιορκήσας κατέσκαψε καὶ πολὺν φόβον τοῖς πλησιοχώροις ἐπέστησεν.
他攻陷并彻底摧毁了其治下的所有城市,给邻近的居民带来了极大的恐慌。
§17.102.6ἑξῆς δὲ τήν τε Σάμβου βασιλείαν ἐξεπόρθησε καὶ τὰς πλείστας πόλεις ἐξανδραποδισάμενος καὶ κατασκάψας κατέκοψε τῶν βαρβάρων ὑπὲρ τὰς ὀκτὼ μυριάδας.
紧接着,他蹂躏了桑博斯的王国,将大部分城市的居民变卖为奴并夷平城市,斩杀了八万多名异族人。
§17.102.7τὸ μὲν οὖν ἔθνος τῶν ὀνομαζομένων Βραχμάνων τοιαύταις περιέπεσε συμφοραῖς· τῶν δὲ λοιπῶν μεθʼ ἱκετηριῶν δεηθέντων τοὺς αἰτιωτάτους κολάσας τοὺς λοιποὺς ἀπέλυσε τῶν ἐγκλημάτων.
于是,被称为婆罗门的这一族群便遭遇了如此灾难;但当其余的人手持求饶的橄榄枝前来哀求时,亚历山大惩罚了罪魁祸首,免除了其余人的罪名。
ὁ δὲ βασιλεὺς Σάμβος μετὰ τριάκοντα ἐλεφάντων φυγὼν εἰς τὴν πέραν τοῦ Ἰνδοῦ χώραν διέφυγε τὸν κίνδυνον.
而桑博斯国王则带领三十头大象逃往印度河对岸的地区,躲过了这场危机。