§17.102.1ὁ δʼ οὖν Ἀλέξανδρος τὴν μὲν στρατιὰν προσέταξεν παρὰ τὸν ποταμὸν ἀντιπαράγειν ταῖς ναυσίν, αὐτὸς δὲ τὸν διὰ τοῦ ποταμοῦ κατὰ τὸν Ὠκεανὸν πλοῦν ποιούμενος κατῆρεν εἰς τὴν χώραν τῶν ὀνομαζομένων Σαμβαστῶν. §17.102.2οὗτοι δὲ τῷ τε πλήθει τῶν ἀνδρῶν καὶ ταῖς ἀρεταῖς οὐδενὸς τῶν Ἰνδικῶν ἐθνῶν λείπονται· οἰκοῦντες δὲ πόλεις δημοκρατουμένας καὶ τὴν ἔφοδον τῶν Μακεδόνων πυνθανόμενοι στρατιώτας ἤθροισαν πεζοὺς μὲν ἑξακισμυρίους, ἱππεῖς δὲ ἑξακισχιλίους, ἅρματα δὲ πεντακόσια. §17.102.3τοῦ δὲ στόλου προσπλέοντος τῷ ξένῳ καὶ παραδόξῳ τῆς παρουσίας πτοηθέντες καὶ τὴν διαβεβοημένην δόξαν τῶν Μακεδόνων καταπλαγέντες, ἔτι δὲ τῶν πρεσβυτέρων συμβουλευσάντων μὴ διαγωνίζεσθαι πεντήκοντα τοὺς ἐπιφανεστάτους πρεσβευτὰς ἐξαπέστειλαν, ἀξιοῦντες φιλανθρώπως αὐτοῖς προσενεχθῆναι. §17.102.4ὁ δὲ βασιλεὺς ἐπαινέσας τοὺς ἄνδρας καὶ συγχωρήσας τὴν εἰρήνην δωρεαῖς τε μεγάλαις καὶ τιμαῖς ἡρωικαῖς ὑπὸ τῶν ἐγχωρίων ἐτιμήθη.
, then, ordered the army to march along the river parallel to the ships, while he himself, making the voyage down the river toward the Ocean, put in at the territory of the people called Sambastae. people are inferior to none of the Indian nations, both in the number of their men and in their virtues; living in cities governed by democracies, and learning of the approach of the Macedonians, they assembled sixty thousand infantry, six thousand cavalry, and five hundred chariots. when the fleet sailed up, terrified by the strangeness and unexpectedness of its appearance, and struck with awe at the celebrated reputation of the Macedonians, and moreover since their elders advised them not to fight, they sent out fifty of their most distinguished men as ambassadors, requesting that he treat them with clemency. king, having praised the men and granted them peace, was honored by the inhabitants with great gifts and heroic honors.
μετὰ δὲ ταῦτα τοὺς παρὰ τὸν ποταμὸν ἐξ ἀμφοτέρων τῶν μερῶν κατοικοῦντας, ὀνομαζομένους δὲ Σόδρας καὶ Μασσανούς, προσηγάγετο.
After this, he brought over those who dwelt along the river on both sides, called Sodrae and Massani.
περὶ δὲ τούτους τοὺς τόπους ἔκτισε πόλιν Ἀλεξάνδρειαν κατὰ τὸν ποταμόν, μυρίους καταλέξας οἰκήτορας. §17.102.5μετὰ δὲ ταῦτα εἰς τὴν Μουσικάνου τοῦ βασιλέως χώραν καταντήσας τόν τε δυνάστην ὑποχείριον λαβὼν ἀπέκτεινε καὶ τὸ ἔθνος ὑποχείριον ἐποίησεν.
In these regions, he founded a city, Alexandria, by the river, selecting ten thousand inhabitants. this, arriving at the territory of King Musicanus, he took the ruler into his hands and put him to death, and made the nation subject.
ἑξῆς δʼ εἰς τὴν Πορτικάνου δυναστείαν ἐμβαλὼν δύο μὲν ἐξ ἐφόδου πόλεις ἐξεπολιόρκησε καὶ τοῖς στρατιώταις ἐφεὶς διαρπάσαι τὰς οἰκίας ἐνέπρησεν, αὐτὸν δὲ τὸν Πορτικᾶνον εἰς χωρίον ὀχυρὸν καταφυγόντα χειρωσάμενος ἀπέκτεινε μαχόμενον.
Next, invading the principality of Porticanus, he took two cities by storm at the first assault, and having permitted his soldiers to plunder the houses, he set them on fire; and Porticanus himself, who had fled to a strong place, he overcame and killed while fighting.
τὰς δὲ πόλεις ἁπάσας τὰς ὑπὸ τοῦτον τεταγμένας ἐκπολιορκήσας κατέσκαψε καὶ πολὺν φόβον τοῖς πλησιοχώροις ἐπέστησεν. §17.102.6ἑξῆς δὲ τήν τε Σάμβου βασιλείαν ἐξεπόρθησε καὶ τὰς πλείστας πόλεις ἐξανδραποδισάμενος καὶ κατασκάψας κατέκοψε τῶν βαρβάρων ὑπὲρ τὰς ὀκτὼ μυριάδας. §17.102.7τὸ μὲν οὖν ἔθνος τῶν ὀνομαζομένων Βραχμάνων τοιαύταις περιέπεσε συμφοραῖς· τῶν δὲ λοιπῶν μεθʼ ἱκετηριῶν δεηθέντων τοὺς αἰτιωτάτους κολάσας τοὺς λοιποὺς ἀπέλυσε τῶν ἐγκλημάτων.
Having besieged and destroyed all the cities subject to him, he inspired great fear in the neighboring peoples., he plundered the kingdom of Sambus, and having enslaved the inhabitants of most of the cities and razed them, he slaughtered more than eighty thousand of the barbarians. nation of those called Brahmans, indeed, fell into such misfortunes; but when the rest begged with suppliant branches, he punished those who were most guilty and released the rest from the charges.
ὁ δὲ βασιλεὺς Σάμβος μετὰ τριάκοντα ἐλεφάντων φυγὼν εἰς τὴν πέραν τοῦ Ἰνδοῦ χώραν διέφυγε τὸν κίνδυνον.
King Sambus, however, fleeing with thirty elephants into the country beyond the Indus, escaped the danger.