Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §17.103.1-17.103.8

哈尔马特利亚的毒箭与托勒密的获救

第 708 段,共 723 段 · 希腊语

内容简介

亚历山大在哈尔马特利亚之战中因敌人的毒箭而陷入困境,其爱臣托勒密亦受伤,但通过梦中启示的灵药将其治愈,并最终降服了该城。

§17.103.1τῆς δʼ ἐσχάτης τῶν Βραχμάνων πόλεως, ἣν ὀνομάζουσιν Ἁρματήλια, πεφρονηματισμένης ἐπʼ ἀνδρείᾳ καὶ δυσχωρίαις ἀπέστειλεν ὀλίγους τῶν ψιλῶν, προστάξας ἐξάπτεσθαι τῶν πολεμίων καὶ ἐὰν ἐπεξίωσιν ὑποφεύγειν.
婆罗门的最后一座城市,即他们称之为哈尔马特利亚的城市,因其勇武和地势险要而傲慢自大,于是亚历山大派遣了少数轻装步兵,命令他们向敌人发起挑衅,如果敌军出击就佯装败退。
§17.103.2οὗτοι μὲν οὖν ὄντες πεντακόσιοι καὶ προσμαχόμενοι τοῖς τείχεσι κατεφρονήθησαν.
这些人只有五百名,在向城墙发动进攻时,受到了敌人的轻视。
ἐπεξελθόντων δʼ ἐκ τῆς πόλεως στρατιωτῶν τρισχιλίων προσποιηθέντες καταπεπλῆχθαι πρὸς φυγὴν ὥρμησαν.
当三千名士兵从城中出击时,轻装步兵佯装惊恐,转身逃跑。
§17.103.3ὁ δὲ βασιλεὺς μετʼ ὀλίγον ὑποστὰς τοὺς διώκοντας τῶν βαρβάρων καὶ μάχην καρτερὰν συστησάμενος οὓς μὲν ἀπέκτεινε τῶν βαρβάρων, οὓς δʼ ἐζώγρησε.
但国王在不久后,便回身迎击追击的异族人,展开了一场激烈的战斗,斩杀了一些异族人,并生擒了另一些。
τῶν δὲ μετὰ τοῦ βασιλέως οὐκ ὀλίγοι τρωθέντες εἰς τοὺς ἐσχάτους ἦλθον κινδύνους· §17.103.4ὁ γὰρ τῶν βαρβάρων σίδηρος κεχρισμένος ἦν φαρμάκου θανασίμου δυνάμει, ᾗ πεποιθότες κατέβησαν εἰς τὴν διὰ τῆς μάχης κρίσιν.
然而,国王身边的不少人受了伤,陷入了极大的生命危险之中;因为异族人的铁制兵器上涂有致命毒药的效力,他们正是凭借这一点才投身于战斗的决战。
κατεσκεύαστο δὲ ἡ τοῦ φαρμάκου δύναμις ἔκ τινων ὄφεων θηρευομένων καὶ τούτων εἰς τὸν ἥλιον νεκρῶν τιθεμένων.
这种毒药的效力是由一些捕获的蛇制成的,这些蛇死后被放置在阳光下。
§17.103.5τῆς δʼ ἐκ τοῦ καύματος θερμασίας τηκούσης τὴν τῆς σαρκὸς φύσιν ἱδρῶτας ἐκπίπτειν συνέβαινε καὶ διὰ τῆς νοτίδος συνεκκρίνεσθαι τὸν τῶν θηρίων ἰόν.
当烈日的炙热融化了肉体的组织时,汗液便随之排出,野兽的毒液也通过这水分一同被分泌出来。
διὸ καὶ τοῦ τρωθέντος εὐθὺς ἐνάρκα τὸ σῶμα καὶ μετʼ ὀλίγον ὀξεῖαι συνηκολούθουν ὀδύναι καὶ σπασμὸς καὶ τρόμος τὸν ὅλον ὄγκον κατεῖχεν, ὅ τε χρὼς ψυχρὸς καὶ πελιδνὸς ἐγίνετο καὶ διὰ τῶν ἐμέτων ἐξέπιπτεν χολή, πρὸς δὲ τούτοις ἀπὸ τοῦ τραύματος μέλας ἀφρὸς ἀπέρρει καὶ σηπεδὼν ἐγεννᾶτο.
因此,受伤者的身体会立即麻木,不久便伴随着剧烈的疼痛,痉挛和颤抖笼罩了整个躯体,皮肤变得冰冷而青黑,并因呕吐排出胆汁;此外,伤口处流出黑色的泡沫,并产生坏疽。
αὕτη δὲ νεμομένη ταχέως ἐπέτρεχε τοῖς καιρίοις τόποις τοῦ σώματος καὶ δεινοὺς θανάτους ἀπειργάζετο.
这种坏疽迅速蔓延,侵袭身体的致命部位,造成可怕的死亡。
§17.103.6διὸ συνέβαινε τὰ ἴσα τοῖς μεγάλα τραύματʼ εἰληφόσι καὶ τοῖς μικρὰν καὶ τὴν τυχοῦσαν ἀμυχὴν ἀναδεξαμένοις.
因此,受了重伤的人和仅受了微不足道轻微擦伤的人,遭遇了同样的结果。
τοιαύτῃ δʼ ἀπωλείᾳ τῶν τρωθέντων ἀπολλυμένων ἐπὶ μὲν τοῖς ἄλλοις οὐχ οὕτως ὁ βασιλεὺς ἐλυπήθη, ἐπὶ δὲ Πτολεμαίῳ τῷ ὕστερον μὲν βασιλεύσαντι, τότε δὲ ἀγαπωμένῳ μεγάλως ἠχθέσθη.
在受伤者因这种惨烈的毁灭而死去时,国王对其他人的死伤并不那么悲伤,但对后来成为国王、当时深受宠爱的托勒密感到极度忧虑。
§17.103.7ἴδιον γάρ τι καὶ παράδοξον συνέβη γενέσθαι περὶ τὸν Πτολεμαῖον, ὅ τινες εἰς θεῶν πρόνοιαν ἀνέπεμπον.
因为在托勒密身上发生了一件独特而奇特的事情,有些人将其归功于神明的眷顾。
ἀγαπώμενος γὰρ ὑφʼ ἁπάντων διά τε τὴν ἀρετὴν καὶ ὑπερβολὴν τῆς εἰς πάντας εὐεργεσίας, οἰκείας τοῦ φιλανθρώπου βοηθείας ἔτυχεν.
由于他因自己的美德和对所有人的极大恩惠而深受大家喜爱,因此他得到了与其仁爱相符的救助。
ὁ γὰρ βασιλεὺς εἶδεν ὄψιν κατὰ τὸν ὕπνον, καθʼ ἣν ἔδοξεν ὁρᾶν δράκοντα βοτάνην ἐν τῷ στόματι κρατεῖν καὶ δεῖξαι ταύτης τὴν φύσιν καὶ τὴν δύναμιν καὶ τὸν τόπον ἐν ᾧ φύεται.
国王在睡梦中看到了一个景象,在梦中他似乎看见一条蛇口中衔着一株草药,并向他展示了这株草药的性质、功效以及生长的地方。
§17.103.8ἐγερθεὶς οὖν ὁ Ἀλέξανδρος καὶ τὴν βοτάνην ἀναζητήσας καὶ τρίψας τό τε σῶμα τοῦ Πτολεμαίου κατέπλασε καὶ πιεῖν δοὺς ὑγιῆ κατέστησε.
于是亚历山大醒来后,寻找到了这株草药,将其捣碎后涂抹在托勒密的身体上,并让他喝下药汁,使其恢复了健康。
γνωσθείσης δὲ τῆς εὐχρηστίας καὶ οἱ λοιποὶ τυχόντες τῆς ὁμοίας θεραπείας διεσώθησαν.
当这种药草的效用被众人知晓后,其余的人在接受同样的治疗后也得以生还。
τὴν δὲ πόλιν τῶν Ἁρματηλίων, οὖσαν ὀχυρὰν καὶ μεγάλην, ἐπεβάλετο μὲν πολιορκεῖν, τῶν δʼ ἐγχωρίων ἀπαντησάντων μεθʼ ἱκετηριῶν καὶ παραδόντων ἑαυτοὺς ἀπέλυσεν αὐτοὺς τῆς τιμωρίας.
至于哈尔马特利亚城,虽然它坚固而庞大,亚历山大曾准备将其包围,但当当地居民手持求饶的橄榄枝前来迎接并投降时,他免除了对他们的惩罚。

词汇与语法注释

  1. 17.103.1τῆς δʼ ἐσχάτης τῶν Βραχμάνων πόλεως ... πεφρονηματισμένης — 属格独立结构(genitive absolute)。该名词短语作为分词的主语,与主句动词 ἀπέστειλεν 的主语不同,表示原因或背景:“因为婆罗门的最后一座城市……变得傲慢自大”。
  2. 17.103.4ἔκ τινων ὄφεων θηρευομένων καὶ τούτων εἰς τὸν ἥλιον νεκρῶν τιθεμένων — 介词 ἔκ 的支配结构。它将“来自某些被捕获的蛇”(ἔκ τινων ὄφεων θηρευομένων)与随后的属格独立结构“且这些蛇死后被放置在阳光下”(καὶ τούτων... τιθεμένων)并列,用以解释制作毒药的过程。
  3. 17.103.5τῆς δʼ ἐκ τοῦ καύματος θερμασίας τηκούσης — 属格独立结构,表示时间或条件背景:“当烈日的炙热融化了……”。它为主句的无人称动词 συνέβαινε 奠定了时间上的前提条件。
  4. 17.103.7ἔδοξεν ὁρᾶν δράκοντα ... καὶ δεῖξαι — 两个不定式 ὁρᾶν(看见)和 δεῖξαι(展示)并列依赖于无人称动词 ἔδοξεν(似乎)。前者的主语是国王本人(“他似乎看见”),而后者 δεῖξαι 的逻辑主语则转到了梦中出现的“蛇”(δράκοντα),即“(蛇)似乎向他展示”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §17.103.1-17.103.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.103.1-17.103.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。