§17.101.1ἀναβοήσαντος δὲ τοῦ πλήθους διά τε τὸ παράδοξον καὶ τὴν ὑπερβολὴν τῆς ἀνδραγαθίας ὁ μὲν βασιλεὺς προσέταξεν ἀφεῖναι καὶ τὴν θέαν διαλύσας ἀπηλλάγη, δυσφορῶν ἐπὶ τῇ τοῦ Μακεδόνος ἥττῃ.
群众因这出乎意料的结局和极其出众的武勇而高声欢呼,国王则下令释放(那名被踩在脚下的马其顿人),并在遣散观众后离去,因马其顿人的失败而深感不悦。
§17.101.2ὁ δὲ Διώξιππος ἀφεὶς τὸν πεπτωκότα καὶ περιβόητον νίκην ἀπενεγκάμενος ἀπῄει ταινιούμενος ὑπὸ τῶν ὁμοφύλων, ὡς κοινὴν πᾶσι τοῖς Ἕλλησι παρεσχημένος εὐδοξίαν.
狄奥克西普斯放开了倒地的人,赢得了这场闻名遐迩的胜利,他在同胞们为他系上(胜利的)彩带中离去,被视为给全体希腊人带来了共同的荣耀。
οὐ μὴν ἡ τύχη γε εἴασεν ἐπὶ πολὺν χρόνον καυχήσασθαι τὸν ἄνδρα τῇ νίκῃ.
然而,命运终究没有让这个人在很长时间里为自己的胜利而自豪。
§17.101.3ὅ τε γὰρ βασιλεὺς ἀλλοτριώτερον αἰεὶ διετέθη πρὸς αὐτόν, οἵ τε φίλοι τοῦ Ἀλεξάνδρου καὶ πάντες οἱ περὶ τὴν αὐλὴν Μακεδόνες, φθονοῦντες αὐτοῦ τῇ ἀρετῇ, ἔπεισαν μὲν τὸν ἐπὶ τῆς διακονίας τεταγμένον ὑποβαλεῖν ὑπὸ τὸ προσκεφάλαιον χρυσοῦν ποτήριον, αὐτοὶ δὲ κατὰ τὸν ἑξῆς πότον καταιτιασάμενοι κλοπὴν καὶ ποτήριον εὑρηκέναι προσποιηθέντες εἰς αἰσχύνην καὶ ἀδοξίαν ἤγαγον τὸν Διώξιππον.
因为国王对他总是表现得愈发冷淡,而亚历山大的朋友们以及宫廷里的所有马其顿人都嫉妒他的才能,于是说服了负责侍宴的仆役,将一只金杯暗中塞在(狄奥克西普斯的)枕头底下;而他们自己则在接下来的宴会上指控他偷窃,并假装找到了金杯,从而使狄奥克西普斯陷入羞辱和不名誉的境地。
§17.101.4ὁ δὲ θεωρῶν τὴν ἐπʼ αὐτὸν συνδρομὴν τῶν Μακεδόνων τότε μὲν ἐξῆλθεν ἐκ τοῦ πότου, μετʼ ὀλίγον δὲ ἐπὶ τὴν ἰδίαν κατάλυσιν παραγενόμενος καὶ γράψας πρὸς τὸν Ἀλέξανδρον ἐπιστολὴν περὶ τῶν καθʼ αὑτοῦ μεμηχανημένων ταύτην μὲν ἐνετείλατο τοῖς ἰδίοις δοῦναι τῷ βασιλεῖ, αὑτὸν δʼ ἐκ τοῦ ζῆν μετέστησεν, ἀβούλως μὲν εἰς τὴν μονομαχίαν συγκαταβάς, πολὺ δʼ ἀφρονεστέραν τὴν τοῦ βίου καταστροφὴν ποιησάμενος.
他看出马其顿人针对他的这一联合阴谋,当时便离开了宴会,不久后回到自己的住所,写了一封给亚历山大的信,陈述针对他所设下的圈套,并吩咐自己的随从将此信呈给国王,随后便结束了自己的生命——他固然是轻率地参与了决斗,却让自己的人生结局变得更加愚蠢。
§17.101.5διὸ καὶ πολλοὶ τῶν καταμεμφομένων αὐτοῦ τὴν ἄνοιαν ἐπιπλήττοντες ἔφασαν χαλεπὸν εἶναι δύναμιν μὲν σώματος ἔχειν μεγάλην, νοῦν δὲ μικρόν.
因此,许多谴责他愚蠢的人也责备说,拥有强大的肉体力量却只有微小的智慧,实在是一件可悲的事。
§17.101.6ὁ δὲ βασιλεὺς ἀναγνοὺς τὴν ἐπιστολὴν χαλεπῶς μὲν ἤνεγκεν ἐπὶ τῇ τἀνδρὸς τελευτῇ καὶ πολλάκις ἐπεζήτησε τὴν ἀρετὴν αὐτοῦ καὶ παρόντι μὲν οὐ χρησάμενος, ἀπόντα δὲ ἐπιποθήσας ὅτε οὐδὲν ὄφελος ἔγνω τὴν καλοκἀγαθίαν τἀνδρὸς ἐκ τῆς τῶν διαβαλόντων κακίας.
然而,国王在读完信后,对该人的死深感痛惜,并常常惋惜他的才能。 他在其活着时未能加以重用,却在其离世后、已无济于事之时倍加思念。 国王从那些中伤者的险恶用心之中,终于认清了该人的高尚品格。