Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §17.102.1-17.102.7

インダス川流域の諸部族と王国の征服

707 / 723 箇所 · ギリシア語

要旨

アレクサンドロスはインダス川を下ってサンバスタイ国に至り、和平を結んだ。その後、複数の地域や都市を征服し、ポルティカノスやサンボスなどの現地の支配者を討伐した。

§17.102.1ὁ δʼ οὖν Ἀλέξανδρος τὴν μὲν στρατιὰν προσέταξεν παρὰ τὸν ποταμὸν ἀντιπαράγειν ταῖς ναυσίν, αὐτὸς δὲ τὸν διὰ τοῦ ποταμοῦ κατὰ τὸν Ὠκεανὸν πλοῦν ποιούμενος κατῆρεν εἰς τὴν χώραν τῶν ὀνομαζομένων Σαμβαστῶν.
さて、アレクサンドロスは軍隊には船隊と並行して川沿いを進むよう命じ、自身は川を通って外海へと向かう航路をとり、サンバスタイと呼ばれる人々の領地に入港した。
§17.102.2οὗτοι δὲ τῷ τε πλήθει τῶν ἀνδρῶν καὶ ταῖς ἀρεταῖς οὐδενὸς τῶν Ἰνδικῶν ἐθνῶν λείπονται·
この人々は人口の多さにおいても、また勇猛さにおいても、インドのいかなる部族にも劣っていなかった。
οἰκοῦντες δὲ πόλεις δημοκρατουμένας καὶ τὴν ἔφοδον τῶν Μακεδόνων πυνθανόμενοι στρατιώτας ἤθροισαν πεζοὺς μὲν ἑξακισμυρίους, ἱππεῖς δὲ ἑξακισχιλίους, ἅρματα δὲ πεντακόσια.
彼らは民主政を敷く都市に暮らしていたが、マケドニア人の進軍を耳にすると、歩兵六万、騎兵六千、戦車五百の兵力を集めた。
§17.102.3τοῦ δὲ στόλου προσπλέοντος τῷ ξένῳ καὶ παραδόξῳ τῆς παρουσίας πτοηθέντες καὶ τὴν διαβεβοημένην δόξαν τῶν Μακεδόνων καταπλαγέντες, ἔτι δὲ τῶν πρεσβυτέρων συμβουλευσάντων μὴ διαγωνίζεσθαι πεντήκοντα τοὺς ἐπιφανεστάτους πρεσβευτὰς ἐξαπέστειλαν, ἀξιοῦντες φιλανθρώπως αὐτοῖς προσενεχθῆναι.
しかし、船隊が近づいてくると、その到来の異様さと不意なことに怯え、また広く知れ渡ったマケドニア人の名声に圧倒され、さらに長老たちが戦うべきではないと勧告したため、最も名高い者たちからなる五十人の使節を派遣し、自分たちに対して寛大な態度で接してくれるよう求めた。
§17.102.4ὁ δὲ βασιλεὺς ἐπαινέσας τοὺς ἄνδρας καὶ συγχωρήσας τὴν εἰρήνην δωρεαῖς τε μεγάλαις καὶ τιμαῖς ἡρωικαῖς ὑπὸ τῶν ἐγχωρίων ἐτιμήθη.
王はこの者たちを褒め称えて和平を認め、現地の人々から大きな贈り物と英雄的な栄誉をもって厚遇された。
μετὰ δὲ ταῦτα τοὺς παρὰ τὸν ποταμὸν ἐξ ἀμφοτέρων τῶν μερῶν κατοικοῦντας, ὀνομαζομένους δὲ Σόδρας καὶ Μασσανούς, προσηγάγετο.
その後、川の両岸に居住し、ソドライおよびマッサノイと呼ばれる人々を帰順させた。
περὶ δὲ τούτους τοὺς τόπους ἔκτισε πόλιν Ἀλεξάνδρειαν κατὰ τὸν ποταμόν, μυρίους καταλέξας οἰκήτορας.
さらに、これらの地域の近くの川沿いにアレクサンドリアという名の都市を創建し、一万人の入植者を選抜した。
§17.102.5μετὰ δὲ ταῦτα εἰς τὴν Μουσικάνου τοῦ βασιλέως χώραν καταντήσας τόν τε δυνάστην ὑποχείριον λαβὼν ἀπέκτεινε καὶ τὸ ἔθνος ὑποχείριον ἐποίησεν.
その後、ムシカノス王の領土に到着すると、その支配者を捕らえて処刑し、その部族を服従させた。
ἑξῆς δʼ εἰς τὴν Πορτικάνου δυναστείαν ἐμβαλὼν δύο μὲν ἐξ ἐφόδου πόλεις ἐξεπολιόρκησε καὶ τοῖς στρατιώταις ἐφεὶς διαρπάσαι τὰς οἰκίας ἐνέπρησεν, αὐτὸν δὲ τὸν Πορτικᾶνον εἰς χωρίον ὀχυρὸν καταφυγόντα χειρωσάμενος ἀπέκτεινε μαχόμενον.
次いで、ポルティカノスの領地に侵入し、突撃によって二つの都市を攻略し、兵士たちに家々の略奪を許した上で火を放ち、堅固な砦に逃げ込んだポルティカノス自身を、制圧して戦闘中に殺害した。
τὰς δὲ πόλεις ἁπάσας τὰς ὑπὸ τοῦτον τεταγμένας ἐκπολιορκήσας κατέσκαψε καὶ πολὺν φόβον τοῖς πλησιοχώροις ἐπέστησεν.
また、彼の支配下にあったすべての都市を攻め落として破壊し、近隣の住民に強い恐怖を植え付けた。
§17.102.6ἑξῆς δὲ τήν τε Σάμβου βασιλείαν ἐξεπόρθησε καὶ τὰς πλείστας πόλεις ἐξανδραποδισάμενος καὶ κατασκάψας κατέκοψε τῶν βαρβάρων ὑπὲρ τὰς ὀκτὼ μυριάδας.
引き続いてサンボスの王国を蹂躙し、大半の都市の住民を奴隷にして破壊し、八万人を超える異民族を殺戮した。
§17.102.7τὸ μὲν οὖν ἔθνος τῶν ὀνομαζομένων Βραχμάνων τοιαύταις περιέπεσε συμφοραῖς·
こうして、ブラフマネスと呼ばれる部族はこのような災厄に見舞われた。
τῶν δὲ λοιπῶν μεθʼ ἱκετηριῶν δεηθέντων τοὺς αἰτιωτάτους κολάσας τοὺς λοιποὺς ἀπέλυσε τῶν ἐγκλημάτων.
しかし、残りの人々が懇願の印を携えて嘆願すると、王は主犯格の者たちを処罰するに留めて残りの人々の罪を免除した。
ὁ δὲ βασιλεὺς Σάμβος μετὰ τριάκοντα ἐλεφάντων φυγὼν εἰς τὴν πέραν τοῦ Ἰνδοῦ χώραν διέφυγε τὸν κίνδυνον.
一方、サンボス王は三十頭の象を率いて逃亡し、インダス川の対岸の地へと難を避けた。

語釈・文法注

  1. 17.102.1ἀντιπαράγειν — 自動詞的に「並行して行軍する」の意。与格の ταῖς ναυσίν(船隊)は、行軍の並行基準を示している。
  2. 17.102.3τῷ ξένῳ καὶ παραδόξῳ — 二つの中性単数形容詞が名詞的に用いられ、名詞的属格 τῆς παρουσίας(出現、到来)を伴って「その出現の異様さと不意なこと」という一つの概念を表している。
  3. 17.102.3προσενεχθῆναι — 動詞 προσφέρω の受動態不定詞であるが、ここでは中動・自動詞的に「(人に対して)振る舞う、接する」の意。意味上の主語はアレクサンドロス(またはマケドニア側)であり、与格の αὐτοῖς は使節たちを指す。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §17.102.1-17.102.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.102.1-17.102.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。