Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §17.100.1-17.100.8

科拉戈斯与狄奥克西普斯的决斗

第 705 段,共 723 段 · 希腊语

内容简介

在庆祝亚历山大康复的宴会上,马其顿人科拉戈斯与雅典运动员狄奥克西普斯定下决斗。面对全副武装的科拉戈斯,赤身裸体且仅持一根棍棒的狄奥克西普斯凭着精湛的技艺将其彻底击败。

§17.100.1ὁ δὲ Ἀλέξανδρος διασωθεὶς ἐκ τοῦ τραύματος καὶ θύσας τοῖς θεοῖς σωτήρια μεγάλας ἑστιάσεις τῶν φίλων ἐποιεῖτο.
亚历山大从伤痛中康复,并向神明献上感恩祭后,为他的朋友们举行了盛大的宴会。
παρὰ δὲ τὸν πότον ἴδιόν τι συνέβη γενέσθαι καὶ μνήμης ἄξιον.
在饮酒期间,发生了一件奇特且值得铭记的事情。
§17.100.2ἐν γὰρ τοῖς ἑταίροις παραληφθείς τις Μακεδών, ὄνομα Κόραγος, ῥώμῃ σώματος διαφέρων καὶ πολλάκις ἐν ταῖς μάχαις ἠνδραγαθηκώς, παροξυνθεὶς ὑπὸ τῆς μέθης προεκαλέσατο μονομαχῆσαι Διώξιππον τὸν Ἀθηναῖον, ἀθλητὴν ἄνδρα καὶ ταῖς ἐπιφανεστάταις νίκαις ἐστεφανωμένον.
原来,在被列入伙友骑兵的马其顿人中,有一位名叫科拉戈斯的人,他身体强壮过人,且多次在战斗中建立功勋。 此时他因醉酒而兴致高涨,竟向雅典人狄奥克西普斯挑战决斗。 而这位狄奥克西普斯是一名运动员,曾荣获最显赫胜利的桂冠。
§17.100.3τῶν δὲ παρακεκλημένων ἐπὶ τὸν πότον, ὡς εἰκός, συνεπιλαβομένων τῆς φιλοτιμίας καὶ τοῦ μὲν Διωξίππου συγκαταθεμένου, τοῦ δὲ βασιλέως ἡμέραν τῆς μάχης τάξαντος, ὡς ὁ τῆς μονομαχίας χρόνος ἧκεν, πολλαὶ μυριάδες ἀνδρῶν συνήχθησαν ἐπὶ τὴν θέαν.
被邀请参加宴会的人们自然也跟着推波助澜,而狄奥克西普斯也表示同意,国王于是指定了决斗的日期。 当决斗的时刻到来时,数以万计的人聚集在一起观看这一盛况。
§17.100.4καὶ τῶν μὲν Μακεδόνων ὁμοεθνῶν ὄντων τῷ Κοράγῳ καὶ τοῦ βασιλέως συμφιλοτιμουμένου, τῶν δὲ Ἑλλήνων τῷ Διωξίππῳ συναγωνιώντων προῆλθεν εἰς τὸν ἀγῶνα ὁ μὲν Μακεδὼν πολυτελέσιν ὅπλοις κεκοσμημένος, ὁ δʼ Ἀθηναῖος γυμνὸς ὑπαληλιμμένος, §17.100.5ἔχων ῥόπαλον σύμμετρον.
马其顿人因为与科拉戈斯同族而支持他,国王也与他们一同满怀热切;另一方面,希腊人则为狄奥克西普斯捏一把汗并为他加油。 在这种气氛下,那名马其顿人身披华丽的铠甲走入赛场,而那名雅典人则赤身裸体、身上抹了油,手里拿着一根粗细适中的棍棒。
ἀμφοτέρων δὲ τῇ τε τοῦ σώματος ῥώμῃ καὶ τῇ τῆς ἀλκῆς ὑπεροχῇ θαυμαζομένων οἱονεί τις θεομαχία μέλλουσα γίνεσθαι προσεδοκήθη·
由于两人的肉体力量和卓越武勇都令人赞叹,人们期待着一场仿佛诸神之战的对决即将展开。
ὁ μὲν γὰρ Μακεδὼν διά τε τὴν φύσιν τοῦ σώματος καὶ τὴν λαμπρότητα τῶν ὅπλων μεγάλην ἐπιφέρων κατάπληξιν Ἄρει παρεμφερὴς ὑπελαμβάνετο, ὁ δὲ Διώξιππος ὑπερέχων τε τῇ ῥώμῃ καὶ διὰ τὴν ἐκ τῆς ἀθλήσεως μελέτην, ἔτι δὲ διὰ τὴν περὶ τὸ ῥόπαλον ἰδιότητα τὴν πρόσοψιν Ἡρακλεωτικὴν εἶχεν.
因为那名马其顿人凭借其体魄和铠甲的光芒带来了巨大的威压感,被认为酷似战神阿瑞斯;而狄奥克西普斯则在力量上更胜一筹,且经过运动训练的磨砺,加之他手持棍棒这一独特装束,展现出如同赫拉克勒斯般的外貌。
§17.100.6ὡς δʼ ἐπῆγον ἀλλήλοις, ὁ μὲν Μακεδὼν ἐκ συμμέτρου διαστήματος λόγχην ἠκόντισεν, ὁ δʼ ἕτερος βραχὺ παρεγκλίνας τὴν ἐπιφερομένην πληγὴν ἐξένευσεν.
当他们互相逼近时,马其顿人在适当的距离外投出了标枪,但另一人稍微侧身,避开了迎面而来的打击。
εἶθʼ ὁ μὲν τὴν Μακεδονικὴν σάρισαν προβεβλημένος ἐπεπορεύετο, ὁ δʼ ἐγγίσαντος αὐτοῦ τῷ ῥοπάλῳ πατάξας τὴν σάρισαν ἀπέθραυσεν.
接着,马其顿人平举起马其顿长矛向前逼近,而雅典人在对方接近时,用棍棒猛击长矛并将其砸断。
§17.100.7ὁ δὲ δυσὶν ἐλαττώμασι περιπεσὼν ἐπὶ τὴν ἀπὸ τοῦ ξίφους μάχην κατήντησεν.
在遭受了两次挫败后,马其顿人转而进行剑斗。
μέλλοντος δʼ αὐτοῦ σπᾶσθαι τὴν μάχαιραν ἔφθασε προπηδήσας καὶ τῇ μὲν εὐωνύμῳ κατέλαβε τὴν ἕλκουσαν τὸ ξίφος χεῖρα, τῇ δʼ ἄλλῃ κινήσας ἐκ τῆς βάσεως τὸν ἀντίπαλον ὑπέσυρε τὰ σκέλη.
但就在他正要拔剑的瞬间,狄奥克西普斯抢先一步跃上前去,用左手抓住了对方正在拔剑的手,用另一只手破坏了对手的立足重心,并扫倒了他的双腿。
§17.100.8ῥιφέντος δʼ ἐπὶ γῆν ἐπιβὰς ἐπὶ τὸν τράχηλον τῷ ποδὶ καὶ τὸ ῥόπαλον ἀνατεινάμενος ἀνέβλεψεν πρὸς τοὺς θεωμένους.
当对手被摔倒在地上时,狄奥克西普斯用脚踩住对方的脖子,高举起棍棒,抬头望向观众。

词汇与语法注释

  1. §17.100.3τῶν δὲ παρακεκλημένων ἐπὶ τὸν πότον, ὡς εἰκός, συνεπιλαβομένων τῆς φιλοτιμίας — 属格独立结构。主语是 `τῶν παρακεκλημένων`(被邀请参加宴会的人们)。动词 `συνεπιλαμβάνομαι` 意为“共同参与、助长、推波助澜”,后接属格补足语 `τῆς φιλοτιμίας`(竞争心、求胜欲)。
  2. §17.100.7ἔφθασε προπηδήσας — 动词 `φθάνω`(抢先、比……更早做)与补充性分词 `προπηδήσας`(跃出)连用,表示“抢先一步跃上前去”,是古典希腊语中表示时间上占先的典型句式。此处对应前文的属格独立结构 `μέλλοντος δʼ αὐτοῦ σπᾶσθαι τὴν μάχαιραν`(在对方正要拔剑时),表现出狄奥克西普斯的捷足先登。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §17.100.1-17.100.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:17.100.1-17.100.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。