§17.101.1ἀναβοήσαντος δὲ τοῦ πλήθους διά τε τὸ παράδοξον καὶ τὴν ὑπερβολὴν τῆς ἀνδραγαθίας ὁ μὲν βασιλεὺς προσέταξεν ἀφεῖναι καὶ τὴν θέαν διαλύσας ἀπηλλάγη, δυσφορῶν ἐπὶ τῇ τοῦ Μακεδόνος ἥττῃ. §17.101.2ὁ δὲ Διώξιππος ἀφεὶς τὸν πεπτωκότα καὶ περιβόητον νίκην ἀπενεγκάμενος ἀπῄει ταινιούμενος ὑπὸ τῶν ὁμοφύλων, ὡς κοινὴν πᾶσι τοῖς Ἕλλησι παρεσχημένος εὐδοξίαν.
the crowd shouted aloud because of the unexpectedness and the extraordinary nature of his valor, the king ordered him to let the man go, and having dismissed the spectacle, he departed, being displeased at the defeat of the Macedonian., having released the fallen man and carried off a celebrated victory, departed while being crowned with ribbons by his compatriots, as one who had provided a common glory to all the Greeks.
οὐ μὴν ἡ τύχη γε εἴασεν ἐπὶ πολὺν χρόνον καυχήσασθαι τὸν ἄνδρα τῇ νίκῃ. §17.101.3ὅ τε γὰρ βασιλεὺς ἀλλοτριώτερον αἰεὶ διετέθη πρὸς αὐτόν, οἵ τε φίλοι τοῦ Ἀλεξάνδρου καὶ πάντες οἱ περὶ τὴν αὐλὴν Μακεδόνες, φθονοῦντες αὐτοῦ τῇ ἀρετῇ, ἔπεισαν μὲν τὸν ἐπὶ τῆς διακονίας τεταγμένον ὑποβαλεῖν ὑπὸ τὸ προσκεφάλαιον χρυσοῦν ποτήριον, αὐτοὶ δὲ κατὰ τὸν ἑξῆς πότον καταιτιασάμενοι κλοπὴν καὶ ποτήριον εὑρηκέναι προσποιηθέντες εἰς αἰσχύνην καὶ ἀδοξίαν ἤγαγον τὸν Διώξιππον. §17.101.4ὁ δὲ θεωρῶν τὴν ἐπʼ αὐτὸν συνδρομὴν τῶν Μακεδόνων τότε μὲν ἐξῆλθεν ἐκ τοῦ πότου, μετʼ ὀλίγον δὲ ἐπὶ τὴν ἰδίαν κατάλυσιν παραγενόμενος καὶ γράψας πρὸς τὸν Ἀλέξανδρον ἐπιστολὴν περὶ τῶν καθʼ αὑτοῦ μεμηχανημένων ταύτην μὲν ἐνετείλατο τοῖς ἰδίοις δοῦναι τῷ βασιλεῖ, αὑτὸν δʼ ἐκ τοῦ ζῆν μετέστησεν, ἀβούλως μὲν εἰς τὴν μονομαχίαν συγκαταβάς, πολὺ δʼ ἀφρονεστέραν τὴν τοῦ βίου καταστροφὴν ποιησάμενος. §17.101.5διὸ καὶ πολλοὶ τῶν καταμεμφομένων αὐτοῦ τὴν ἄνοιαν ἐπιπλήττοντες ἔφασαν χαλεπὸν εἶναι δύναμιν μὲν σώματος ἔχειν μεγάλην, νοῦν δὲ μικρόν. §17.101.6ὁ δὲ βασιλεὺς ἀναγνοὺς τὴν ἐπιστολὴν χαλεπῶς μὲν ἤνεγκεν ἐπὶ τῇ τἀνδρὸς τελευτῇ καὶ πολλάκις ἐπεζήτησε τὴν ἀρετὴν αὐτοῦ καὶ παρόντι μὲν οὐ χρησάμενος, ἀπόντα δὲ ἐπιποθήσας ὅτε οὐδὲν ὄφελος ἔγνω τὴν καλοκἀγαθίαν τἀνδρὸς ἐκ τῆς τῶν διαβαλόντων κακίας.
Yet fortune indeed did not permit the man to boast of his victory for a long time. the king was always disposed more coldly toward him, and the friends of Alexander and all the Macedonians around the court, envying his excellence, persuaded the one appointed to the service to slip a golden cup under his pillow; and they themselves, during the next drinking party, accused him of theft and, pretending to have found the cup, brought Dioxippus into shame and disgrace. the conspiracy of the Macedonians against him, he then indeed left the drinking party, but after a short while, arriving at his own lodging, he wrote a letter to Alexander about the plots devised against him, and charged his own servants to give this to the king, and then removed himself from life—having entered into the single combat thoughtlessly indeed, but having made the end of his life far more foolish. this reason, many of those who censured his folly said by way of reproach that it is a hard thing to have great bodily strength but small intellect. the king, having read the letter, took the man's death heavily, and often missed his excellence; having made no use of him when he was present, but longing for him when he was gone, at a time when there was no benefit, he recognized the noble character of the man from the malice of his accusers.