§17.10.1οἱ δʼ Ἕλληνες πυνθανόμενοι τὸ μέγεθος τῶν περὶ τοὺς Θηβαίους κινδύνων ἐδυσφόρουν ἐπὶ ταῖς προσδοκωμέναις περὶ αὐτῶν συμφοραῖς, οὐ μὴν βοηθεῖν γʼ ἐτόλμων τῇ πόλει διὰ τὸ προπετῶς καὶ ἀβούλως εἰς ὁμολογουμένην ἀπώλειαν ἑαυτὴν δεδωκέναι.
ギリシア人たちは、テーバイ人たちを取り巻く危険の重大さを知ると、彼らに予想される不運を嘆いたが、あの都市を支援しようとはあえてしなかった。 テーバイが軽率かつ無分別に、自らを確実な破滅へと投げ込んでしまっていたからである。
§17.10.2οἱ δὲ Θηβαῖοι ταῖς μὲν εὐτολμίαις προθύμως ἀνεδέχοντο τοὺς κινδύνους, φήμαις δέ τισι μάντεων καὶ θεῶν σημείοις ἠποροῦντο. πρῶτον μὲν γὰρ ἐν τῷ τῆς Δήμητρος ἱερῷ λεπτὸν ἀράχνης ὕφασμά τι διαπεπετασμένον ὤφθη, τὸ μὲν μέγεθος ἔχον ἱματίου, κύκλῳ δὲ περιφαῖνον ἶριν τῇ κατʼ οὐρανὸν ἐοικυῖαν.
一方、テーバイ人たちは自らの勇敢さによって熱心に危険を受け入れていたが、予言者たちによるいくつかの不吉な噂や、神々の予兆によって当惑していた。 というのも、まず最初に、デメテルの神殿において、細い蜘蛛の巣のような織物が広がっているのが見つかったが、それは外套ほどの大きさがあり、その周囲には天の虹に似た虹を放っていた。
§17.10.3περὶ οὗ τὸ μὲν ἐν Δελφοῖς χρηστήριον ἔδωκεν αὐτοῖς τόνδε τὸν χρησμόν·
これについて、デルポイの神託所は彼らに次の神託を与えた。
"
σημεῖον τόδε πᾶσι θεοὶ φαίνουσι βροτοῖσι,
Βοιωτοῖς δὲ μάλιστα καὶ οἳ περιναιετάουσι.
"この予兆を、神々はすべての死すべき者に示している。 だがボイオティア人、とりわけその周辺に住む者たちに。
"
τὸ δὲ πάτριον τῶν Θηβαίων μαντεῖον τοῦτον ἐξήνεγκε τὸν χρησμόν·
"一方、テーバイ伝統の神託所は、この神託を下した。
"
ἱστὸς ὑφαινόμενος ἄλλῳ κακόν, ἄλλῳ ἄμεινον. "
"織り成される織物は、ある者には災い、別の者にはより良きこと。
§17.10.4τοῦτο μὲν οὖν τὸ σημεῖον ἐγένετο τρισὶ μησὶν ἀνωτέρω τῆς Ἀλεξάνδρου παρουσίας ἐπὶ τὰς Θήβας, ὑπʼ αὐτὴν δὲ τὴν ἔφοδον τοῦ βασιλέως οἱ κατὰ τὴν ἀγορὰν ἀνδριάντες ἐφάνησαν ἱδρῶτας ἀφιέντες καὶ μεστοὶ σταλαγμῶν μεγάλων.
"この予兆は、アレクサンドロスがテーバイに到来する3ヶ月以上前のことであったが、王のまさにその接近の時、広場にある彫像たちが汗を流し、大粒の雫で満ちているのが見られた。
χωρὶς δὲ τούτων ἧκόν τινες τοῖς ἄρχουσιν ἀπαγγέλλοντες τὴν ἐν Ὀγχηστῷ λίμνην μυκήματι παραπλήσιον φωνὴν ἀφιέναι, τῇ δὲ Δίρκῃ κατὰ τὴν ἐπιφάνειαν τοῦ ὕδατος αἱματοειδῆ φρίκην ἐπιτρέχειν.
これらとは別に、ある人々が指導者たちのところにやって来て、オンケストスの湖が牛の咆哮に似た声を上げていると報告し、ディルケーの泉では、水面に血のようなさざ波が走っていると報告した。
§17.10.5ἕτεροι δὲ ἧκον ἐκ Δελφῶν μηνύοντες ὅτι ὁ ἀπὸ Φωκέων ναός, ὃν ἱδρύσαντο Θηβαῖοι, ᾑματωμένην ἔχων τὴν ὀροφὴν ὁρᾶται.
また他の人々がデルポイから来て、テーバイ人がフォキス人からの戦利品で建てた神殿が、血に染まった天井を見せている、と知らせた。
οἱ δὲ ἐπὶ τὴν τῶν σημείων διάκρισιν ἀσχολούμενοι σημαίνειν ἔφασαν τὸ μὲν ὕφασμα θεῶν ἀπὸ τῆς πόλεως χωρισμόν, τὸ δὲ τῆς ἴριδος χρῶμα πραγμάτων ποικίλων χειμῶνα, τὸν δὲ τῶν ἀνδριάντων ἱδρῶτα ὑπερβάλλουσαν κακοπάθειαν, τὸ δʼ ἐν πλείοσι τόποις φαινόμενον αἷμα φόνον πολὺν κατὰ τὴν πόλιν ἐσόμενον.
予兆の解釈に携わる者たちは、次のように告げた。 織物は神々が都市から離れ去ることを、虹の色はさまざまな出来事の嵐を、彫像の汗は極限の苦難を、そして複数の場所で見られる血は、都市において多くの殺戮が起こることを意味している、と。
§17.10.6συνεβούλευον οὖν τῶν θεῶν φανερῶς σημαινόντων τὴν ἐσομένην τῇ πόλει συμφορὰν μὴ συγκαταβαίνειν εἰς τὸ διὰ μάχης κρίνειν τὸν πόλεμον, ἑτέραν δὲ διάλυσιν ζητεῖν διὰ λόγων ἀσφαλεστέραν.
それゆえ、神々が都市に起ころうとしている不運を明白に示している以上、戦闘によって戦争を決着させることに同意せず、言論によるより安全な別の解決を求めるよう勧告した。
οὐ μὴν οἱ Θηβαῖοί γε ταῖς ψυχαῖς ἐμαλακύνοντο, τοὐναντίον δὲ τοῖς θυμοῖς προαχθέντες ἀνεμίμνησκον ἀλλήλους τὴν ἐν Λεύκτροις εὐημερίαν καὶ τῶν ἄλλων παρατάξεων ἐν αἷς θαυμαστῶς ταῖς ἰδίαις ἀνδραγαθίαις ἀνελπίστους νίκας περιεποιήσαντο.
しかし、テーバイ人たちは心において挫けることはなく、それどころか、闘志に駆られて、レウクトラでの幸運や、自らの勇気によって驚くべき、また予期せぬ勝利を収めた他の戦列のことを互いに思い出させ合った。
οἱ μὲν οὖν Θηβαῖοι τοῖς παραστήμασιν ἀνδρειότερον μᾶλλον ἢ φρονιμώτερον χρησάμενοι προέπεσον εἰς πάνδημον τῆς πατρίδος ὄλεθρον·
こうして、テーバイ人たちは思慮深くあることよりも勇敢であることを選んで立ち向かったため、祖国の全滅という破滅へと突き進んでいった。