Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §16.92.1-16.92.5

预示腓力毁灭的凶兆与第十三尊神像

第 600 段,共 723 段 · 希腊语

内容简介

在埃盖举行的盛大节日中,传令官的宣告和悲剧演员的吟诵中显现出预示腓力毁灭的凶兆。次日游行中,腓力本人的第十三尊神像与十二主神像一同行进,昭示其与神同座。

§16.92.1τέλος δὲ πολλῶν πανταχόθεν πρὸς τὴν πανήγυριν συρρεόντων καὶ τῶν ἀγώνων καὶ γάμων συντελουμένων ἐν Αἰγέαις τῆς Μακεδονίας οὐ μόνον κατʼ ἄνδρα τῶν ἐπιφανῶν ἐστεφάνωσαν αὐτὸν χρυσοῖς στεφάνοις, ἀλλὰ καὶ τῶν ἀξιολόγων πόλεων αἱ πλείους, ἐν αἷς ἦν καὶ ἡ τῶν Ἀθηναίων.
\n最后,当许多人从各地涌向盛会,竞技和婚礼在马其顿的埃盖举行时,不仅显贵们个人向他授予金冠以示表彰,而且大多数著名城市也同样如此,其中也包括雅典人的城市。
§16.92.2ἀναγορευομένου δὲ τοῦ στεφάνου τούτου διὰ τοῦ κήρυκος τὸ τελευταῖον εἶπεν, ἄν τις ἐπιβουλεύσας Φιλίππῳ τῷ βασιλεῖ καταφύγῃ πρὸς Ἀθηναίους, παραδόσιμον εἶναι τοῦτον.
\n\n当传令官最后宣布这一献冠仪式时,他说道,如果有人阴谋暗害国王腓力并逃往雅典人那里,此人应当被引渡。
διὰ δὲ τῆς αὐτοματιζούσης φήμης ὥσπερ θείᾳ τινὶ προνοίᾳ διεσήμαινε τὸ δαιμόνιον τὴν ἐσομένην ἐπιβουλὴν εὐθὺς τῷ Φιλίππῳ.
然而,通过这一无意中说出的话语,仿佛出于某种神圣的预见,神灵便向腓力昭示了即将来临的阴谋。
§16.92.3ἀκολούθως δὲ τούτοις καὶ ἕτεραί τινες ὥσπερ ἐνθεάζουσαι ἐγένοντο φωναί, προδηλοῦσαι τὴν τοῦ βασιλέως καταστροφήν.
\n\n继这些之后,又出现了一些仿佛神明附体般的话语,预示着国王的毁灭。
ἐν γὰρ τῷ βασιλικῷ πότῳ Νεοπτόλεμος ὁ τραγῳδός, πρωτεύων τῇ μεγαλοφωνίᾳ καὶ τῇ δόξῃ, προστάξαντος αὐτῷ τοῦ Φιλίππου προενέγκασθαι τῶν ἐπιτετευγμένων ποιημάτων καὶ μάλιστα τῶν ἀνηκόντων πρὸς τὴν κατὰ τῶν Περσῶν στρατείαν, ὁ μὲν τεχνίτης κρίνας οἰκεῖον ὑποληφθήσεσθαι τὸ ποίημα τῇ διαβάσει τοῦ Φιλίππου καὶ τὴν εὐδαιμονίαν ἐπιπλῆξαι βουλόμενος τοῦ Περσῶν βασιλέως, καίπερ οὖσαν μεγάλην καὶ περιβόητον, ὅπως μεταπέσοι ποτʼ ἂν εἰς τοὐναντίον ὑπὸ τῆς τύχης ἤρξατο λέγειν τόδε τὸ ποίημα· " φρονεῖτε νῦν αἰθέρος ὑψηλότερον καὶ μεγάλων πεδίων ἀρούρας, φρονεῖθʼ ὑπερβαλλόμενοι δόμων δόμους, ἀφροσύνᾳ πρόσω βιοτὰν τεκμαιρόμενοι.
因为在王室的宴会上,声音和名望皆首屈一指的悲剧演员尼奥普托勒摩斯,当腓力命令他表演一些成功的诗作,尤其是关于对波斯人征战的诗作时,这位艺术家认为该诗将被看作是适合于腓力渡海西征之作,并希望告诫波斯国王的福祉——尽管这福祉是如此伟大而闻名,说明它终有一日会因命运而转向相反的境地,于是便开始吟诵这首诗:\n“\n你们如今的心思比天空还高,\n渴望着广阔平原的土地,\n你们在愚蠢中,\n让房屋凌驾于房屋之上,\n为自己衡量着遥远的生命。
ὁ δʼ ἀμφιβάλλει ταχύπουν κέλευθον ἕρπων σκοτίαν, ἄφνω δʼ ἄφαντος προσέβα μακρὰς ἀφαιρούμενος ἐλπίδας θνατῶν πολύμοχθος Ἅιδας " καὶ τὰ τούτων ἐφεξῆς προσσυνεῖρε, πάντα πρὸς τὴν ὁμοίαν φερόμενα διάνοιαν.
\n但哈迪斯却悄悄爬行,\n带着快捷的步伐,踏上黑暗之路,\n突然间,他隐身袭来,\n夺走了凡人长久的希望,\n那带来无数劳苦的哈迪斯。 \n”\n他接着把后面的诗句连缀起来,所有这些都指向相同的含义。
§16.92.4ὁ δὲ Φίλιππος ἡσθεὶς ἐπὶ τοῖς ἀπηγγελμένοις ὅλως ἦν καὶ τελείως φερόμενος τῇ διανοίᾳ πρὸς τὴν τοῦ Περσῶν βασιλέως καταστροφήν, ἅμα δὲ καὶ τὸν πυθόχρηστον χρησμὸν ἀνελογίζετο, παραπλησίαν ἔχοντα διάνοιαν τοῖς ὑπὸ τοῦ τραγῳδοῦ ῥηθεῖσι.
\n\n腓力对所朗诵的内容感到十分高兴,他的心思完全且彻底地沉浸在对波斯国王覆灭的想象之中,同时他也回想起了阿波罗的神谕,其含义与悲剧演员所说的话非常相似。
§16.92.5τέλος δὲ τοῦ πότου διαλυθέντος καὶ τῶν ἀγώνων κατὰ τὴν ὑστεραίαν τὴν ἀρχὴν λαμβανόντων τὸ μὲν πλῆθος ἔτι νυκτὸς οὔσης συνέτρεχεν εἰς τὸ θέατρον, ἅμα δʼ ἡμέρᾳ τῆς πομπῆς γινομένης σὺν ταῖς ἄλλαις ταῖς μεγαλοπρεπέσι κατασκευαῖς εἴδωλα τῶν δώδεκα θεῶν ἐπόμπευε ταῖς τε δημιουργίαις περιττῶς εἰργασμένα καὶ τῇ λαμπρότητι τοῦ πλούτου θαυμαστῶς κεκοσμημένα·
\n\n最后,当宴会散去,竞技在次日开始时,群众在天亮前便涌入剧场。
σὺν δὲ τούτοις αὐτοῦ τοῦ Φιλίππου τρισκαιδέκατον ἐπόμπευε θεοπρεπὲς εἴδωλον, σύνθρονον ἑαυτὸν ἀποδεικνύντος τοῦ βασιλέως τοῖς δώδεκα θεοῖς.
黎明时分,当游行开始,伴随着其他华丽的摆设,十二位神明的神像被抬了出来,这些神像工艺精湛,并且用极其奢华的财富装点得熠熠生辉;而与这些神像一起,第十三尊是腓力本人的、具有神明气派的神像也被抬了出来,国王以此表明自己与十二位神明同座。

词汇与语法注释

  1. 16.92.1κατʼ ἄνδρα τῶν ἐπιφανῶν — 介词短语 `κατʼ ἄνδra`(以个人身份,逐个地)与部分属格 `τῶν ἐπιφανῶν`(在显贵之中)的结合,指代构成动词 `ἐστεφάνωσαν`(他们献冠)主语的那些个人。
  2. 16.92.2παραδόσιμον εἶναι — 形容词 `παραδόσιμος` 与不定式 `εἶναι` 连用,表示义务或应当(“应当被引渡”)。它作为间接引语的主句,规定了传令官宣告的内容。
  3. 16.92.3ὅπως μεταπέσοι ποτʼ ἂν — 连词 `ὅπως` 引导带有潜在祈愿式(`ἂν` + 祈愿式)的间接疑问句,意为“如何能够发生转变”。它修饰了前述不定式短语,用以解释揭示命运转变的意图。
  4. 16.92.4ὅλως ἦν καὶ τελείως φερόμενος — 存在动词 `ἦν` 与现在被动分词 `φερόμενος` 结合的迂回表达法,强调了腓力完全沉浸并被吸引在这种思绪中的持续状态。
  5. 16.92.5ἐπόμπευε — 不及物动词 `πομπεύω`(游行)的未完成过去式能动相。此处以神像(`εἴδωλα`)为主语(“神像在游行中行进”),在实际语境中带有被动或使动(被抬着游行)的色彩。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §16.92.1-16.92.5. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.92.1-16.92.5

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。