Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §16.91.1-16.91.6

腓力备战波斯与盛大婚礼庆典

第 599 段,共 723 段 · 希腊语

内容简介

马其顿国王腓力被推举为希腊同盟的统帅,在准备远征波斯之际,他将德尔斐的神谕做出对自己有利的解释,并举办盛大的节日和婚礼,邀请全希腊的宾客。

§16.91.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Πυθοδώρου Ῥωμαῖοι μὲν κατέστησαν ὑπάτους Κόιντον Πόπλιον καὶ Τιβέριον Αἰμίλιον Μάμερκον, Ὀλυμπιὰς δʼ ἤχθη πρώτη πρὸς ταῖς ἑκατὸν καὶ δέκα, καθʼ ἣν ἐνίκα στάδιον Κλεόμαντις Κλειτόριος.
雅典由皮托多罗斯担任执政官时,罗马人任命昆图斯·普布利乌斯和提比略·埃米利乌斯·马梅尔库斯为执政官,并举行了第一百一十一届奥林匹克运动会,在此届运动会上,克莱托尔的克莱奥曼蒂斯赢得了短跑比赛的冠军。
§16.91.2ἐπὶ δὲ τούτων Φίλιππος ὁ βασιλεὺς ἡγεμὼν ὑπὸ τῶν Ἑλλήνων καθεσταμένος καὶ τὸν πρὸς Πέρσας πόλεμον ἐνστησάμενος Ἄτταλον μὲν καὶ Παρμενίωνα προαπέστειλεν εἰς τὴν Ἀσίαν, μέρος τῆς δυνάμεως δοὺς καὶ προστάξας ἐλευθεροῦν τὰς Ἑλληνίδας πόλεις, αὐτὸς δὲ σπεύδων μὲν μετὰ τῆς τῶν θεῶν γνώμης ἐπανελέσθαι τὸν πόλεμον ἐπηρώτησε τὴν Πυθίαν εἰ κρατήσει τοῦ βασιλέως τῶν Περσῶν. ἡ δʼ ἔχρησεν αὐτῷ τόνδε τὸν χρησμόν·
在这些人任职期间,国王腓力被希腊人推举为统帅,并准备发起对波斯人的战争。 他派阿塔罗斯和帕曼纽率领一部分军队先行前往亚洲,命令他们去解放希腊人的城市。 他自己则急于在获得神明旨意的情况下开始战争,于是询问皮托神女自己是否能战胜波斯国王。
" ἔστεπται μὲν ὁ ταῦρος, ἔχει τέλος, ἔστιν ὁ θύσων. "
神女给予了他如下神谕: “公牛已戴上花冠,终结已临,屠宰者已在身旁。
§16.91.3ὁ μὲν οὖν Φίλιππος σκολιῶς ἔχοντος τοῦ χρησμοῦ πρὸς τὸ ἴδιον συμφέρον ἐξεδέχετο τὸ λόγιον, ὡς τοῦ μαντείου προλέγοντος τὸν Πέρσην ἱερείου τρόπον τυθήσεσθαι·
” 因此,由于神谕含糊不清,腓力按照对自己有利的方式理解了这一启示,认为神谕预示着波斯人将像祭品一样被宰杀。
τὸ δʼ ἀληθὲς οὐχ οὕτως εἶχεν, ἀλλὰ τοὐναντίον ἐσήμαινεν ἐν πανηγύρει καὶ θεῶν θυσίαις τὸν Φίλιππον ὥσπερ τὸν ταῦρον ἐστεμμένον σφαγήσεσθαι.
然而事实并非如此,相反,它意味着在节日和向神明献祭的过程中,腓力将像那只戴着花冠的公牛一样被宰杀。
§16.91.4οὐ μὴν ἀλλὰ δόξας συμμαχεῖν αὐτῷ τοὺς θεοὺς περιχαρὴς ἦν, ὡς τῆς Ἀσίας ὑπὸ Μακεδόνας ἐσομένης αἰχμαλώτου.
然而,他认为神明在帮助自己,因而非常高兴,确信亚洲将沦为马其顿人的俘虏。
εὐθὺς οὖν θυσίας μεγαλοπρεπεῖς ἐπετέλει τοῖς θεοῖς καὶ τῆς θυγατρὸς Κλεοπάτρας τῆς ἐξ Ὀλυμπιάδος συνετέλει γάμους καὶ ταύτην Ἀλεξάνδρῳ συνῴκισε τῷ βασιλεῖ τῶν Ἠπειρωτῶν, ἀδελφῷ δὲ ὄντι γνησίῳ τῆς Ὀλυμπιάδος.
于是,他立即向神明举行了盛大的献祭,并为他与奥林匹娅斯所生的女儿克娄巴特拉举行婚礼,将她嫁给伊庇鲁斯人的国王亚历山大,此人也是奥林匹娅斯的亲弟弟。
§16.91.5ἅμα δὲ ταῖς τῶν θεῶν τιμαῖς βουλόμενος ὡς πλείστους τῶν Ἑλλήνων μετασχεῖν τῆς εὐωχίας ἀγῶνάς τε μουσικοὺς μεγαλοπρεπεῖς ἐποίει καὶ λαμπρὰς ἑστιάσεις τῶν φίλων καὶ ξένων.
在向神明敬献礼仪的同时,他希望尽可能多的希腊人能分享这场盛宴,于是举办了盛大的音乐竞技,并为朋友和宾客准备了华丽的宴席。
§16.91.6διόπερ ἐξ ἁπάσης τῆς Ἑλλάδος μετεπέμπετο τοὺς ἰδιοξένους καὶ τοῖς ἑαυτοῦ φίλοις παρήγγειλε παραλαμβάνειν τῶν ἀπὸ τῆς ξένης γνωρίμων ὡς πλείστους.
因此,他从全希腊邀请了自己的私人宾客,并嘱咐自己的朋友们尽可能多地邀请他们在国外的熟人。
σφόδρα γὰρ ἐφιλοτιμεῖτο φιλοφρονεῖσθαι πρὸς τοὺς Ἕλληνας καὶ διὰ τὰς δεδομένας αὐτῷ τῆς ὅλης ἡγεμονίας τιμὰς ταῖς προσηκούσαις ὁμιλίαις ἀμείβεσθαι.
因为他非常渴望对希腊人展现友好,并希望能用适当的交往来回报因被授予全希腊统帅权而获得的荣誉。

词汇与语法注释

  1. 16.91.2ἔχει τέλος — 此句带有神谕特有的多义性。腓力将其解释为“(献祭仪式的准备)已完成”,而神谕的真实意图是指腓力自身的“最期(死亡)”。此处 τέλος 双关地暗示了“完成/成就”与“毁灭/死亡”。
  2. 16.91.3ὡς τοῦ μαντείου προλέγοντος — 伴随连词 ὡς 的独立属格表示腓力主观上的判断或臆测。此外,代格的 τὸν Πέρσην 充当了引导预言内容的不定式 τυθήσεσθαι 的逻辑主语。
  3. 16.91.4ὡς τῆς Ἀσίας ὑπὸ Μακεδόνας ἐσομένης — 与前文类似,此处同样由 ὡς 加上独立属格(τῆς Ἀσίας... ἐσομένης)来表示主观上的预期。介词短语 ὑπὸ Μακεδόνας 搭配代格,表示“归入”马其顿人统治之下的方向与归属色彩。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §16.91.1-16.91.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.91.1-16.91.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。