§16.92.1τέλος δὲ πολλῶν πανταχόθεν πρὸς τὴν πανήγυριν συρρεόντων καὶ τῶν ἀγώνων καὶ γάμων συντελουμένων ἐν Αἰγέαις τῆς Μακεδονίας οὐ μόνον κατʼ ἄνδρα τῶν ἐπιφανῶν ἐστεφάνωσαν αὐτὸν χρυσοῖς στεφάνοις, ἀλλὰ καὶ τῶν ἀξιολόγων πόλεων αἱ πλείους, ἐν αἷς ἦν καὶ ἡ τῶν Ἀθηναίων.
\nそしてついに、あらゆる場所から多くの人々が祝祭へと集まり、マケドニアのアイガイで競技会と婚礼が執り行われていたとき、著名な人々が個人として彼に黄金の冠を授けて栄誉を称えただけでなく、名高い諸都市の大部分も同様にし、その中にはアテナイ人の都市もあった。
§16.92.2ἀναγορευομένου δὲ τοῦ στεφάνου τούτου διὰ τοῦ κήρυκος τὸ τελευταῖον εἶπεν, ἄν τις ἐπιβουλεύσας Φιλίππῳ τῷ βασιλεῖ καταφύγῃ πρὸς Ἀθηναίους, παραδόσιμον εἶναι τοῦτον.
\n\n伝令官を通じてこの冠の授与が最後に告知されたとき、彼は、もし誰かが王フィリッポスに対して陰謀を企ててアテナイ人のもとへと逃げ込むならば、その者は引き渡されるべきであると述べた。
διὰ δὲ τῆς αὐτοματιζούσης φήμης ὥσπερ θείᾳ τινὶ προνοίᾳ διεσήμαινε τὸ δαιμόνιον τὴν ἐσομένην ἐπιβουλὴν εὐθὺς τῷ Φιλίππῳ.
しかし、まるで神の摂理によるかのように、この不意の言葉を通じて、神的な力はフィリッポスにやがて身に降りかかる陰謀を直ちに示していたのである。
§16.92.3ἀκολούθως δὲ τούτοις καὶ ἕτεραί τινες ὥσπερ ἐνθεάζουσαι ἐγένοντο φωναί, προδηλοῦσαι τὴν τοῦ βασιλέως καταστροφήν.
\n\nこれに続いて、王の破滅をあらかじめ告げる、まるで神がかり的な他のいくつかの言葉も生じた。
ἐν γὰρ τῷ βασιλικῷ πότῳ Νεοπτόλεμος ὁ τραγῳδός, πρωτεύων τῇ μεγαλοφωνίᾳ καὶ τῇ δόξῃ, προστάξαντος αὐτῷ τοῦ Φιλίππου προενέγκασθαι τῶν ἐπιτετευγμένων ποιημάτων καὶ μάλιστα τῶν ἀνηκόντων πρὸς τὴν κατὰ τῶν Περσῶν στρατείαν, ὁ μὲν τεχνίτης κρίνας οἰκεῖον ὑποληφθήσεσθαι τὸ ποίημα τῇ διαβάσει τοῦ Φιλίππου καὶ τὴν εὐδαιμονίαν ἐπιπλῆξαι βουλόμενος τοῦ Περσῶν βασιλέως, καίπερ οὖσαν μεγάλην καὶ περιβόητον, ὅπως μεταπέσοι ποτʼ ἂν εἰς τοὐναντίον ὑπὸ τῆς τύχης ἤρξατο λέγειν τόδε τὸ ποίημα·
というのも、王の宴会において、声量と名声において第一人者であった悲劇俳優ネオプトレモスが、フィリッポスから、成功を収めた詩のうち特にペルシア遠征に関連するものを披露するよう命じられたとき、この芸術家は、その詩がフィリッポスの渡海にふさわしいと受け取られるだろうと考え、また、ペルシア王の幸福が、たとえ偉大で広く知られたものであるとしても、運命によっていつか逆転するかもしれないと戒めたいと望んで、次の詩を歌い始めたからである。
"
φρονεῖτε νῦν αἰθέρος ὑψηλότερον
καὶ μεγάλων πεδίων ἀρούρας,
φρονεῖθʼ ὑπερβαλλόμενοι
δόμων δόμους, ἀφροσύνᾳ
πρόσω βιοτὰν τεκμαιρόμενοι.
\n「\nあなた方は今、天よりも高く、\n広大な平野の耕地よりも高く考えている。 \n家の上に家を建てて優越を誇り、\n愚かにも遠い先まで生涯を計っている。
ὁ δʼ ἀμφιβάλλει ταχύπουν
κέλευθον ἕρπων σκοτίαν,
ἄφνω δʼ ἄφαντος προσέβα
μακρὰς ἀφαιρούμενος ἐλπίδας
θνατῶν πολύμοχθος Ἅιδας
"
καὶ τὰ τούτων ἐφεξῆς προσσυνεῖρε, πάντα πρὸς τὴν ὁμοίαν φερόμενα διάνοιαν.
\nしかし、彼(ハデス)は素早い足取りで、\n暗闇の道を忍び寄り、取り囲む。 \nそして、多くの苦難をもたらすハデスが、突然姿を見せずに襲いかかり、\n死すべき者たちの遥かな希望を奪い去る。 \n」\nそして彼は、これらに続く部分も続けて歌ったが、それらすべては同様の趣旨に向かうものであった。
§16.92.4ὁ δὲ Φίλιππος ἡσθεὶς ἐπὶ τοῖς ἀπηγγελμένοις ὅλως ἦν καὶ τελείως φερόμενος τῇ διανοίᾳ πρὸς τὴν τοῦ Περσῶν βασιλέως καταστροφήν, ἅμα δὲ καὶ τὸν πυθόχρηστον χρησμὸν ἀνελογίζετο, παραπλησίαν ἔχοντα διάνοιαν τοῖς ὑπὸ τοῦ τραγῳδοῦ ῥηθεῖσι.
\n\nフィリッポスは歌われた内容を喜ぶばかりで、自らの思いを完全にペルシア王の破滅へと向けており、同時に、悲劇俳優によって語られた言葉と非常によく似た意味を持っている、ピュティアの告げた神託を思い返していた。
§16.92.5τέλος δὲ τοῦ πότου διαλυθέντος καὶ τῶν ἀγώνων κατὰ τὴν ὑστεραίαν τὴν ἀρχὴν λαμβανόντων τὸ μὲν πλῆθος ἔτι νυκτὸς οὔσης συνέτρεχεν εἰς τὸ θέατρον, ἅμα δʼ ἡμέρᾳ τῆς πομπῆς γινομένης σὺν ταῖς ἄλλαις ταῖς μεγαλοπρεπέσι κατασκευαῖς εἴδωλα τῶν δώδεκα θεῶν ἐπόμπευε ταῖς τε δημιουργίαις περιττῶς εἰργασμένα καὶ τῇ λαμπρότητι τοῦ πλούτου θαυμαστῶς κεκοσμημένα·
\n\nついに宴会がお開きとなり、翌日に競技会が始まろうとするとき、群衆はまだ夜のうちから劇場へと駆けつけた。 夜明けとともに行列が執り行われる中、他の壮麗な設えとともに、職人の技によって見事に作られ、富のきらびやかさによって見事に飾られた12柱の神々の像が運ばれた。
σὺν δὲ τούτοις αὐτοῦ τοῦ Φιλίππου τρισκαιδέκατον ἐπόμπευε θεοπρεπὲς εἴδωλον, σύνθρονον ἑαυτὸν ἀποδεικνύντος τοῦ βασιλέως τοῖς δώδεκα θεοῖς.
そしてこれらとともに、フィリッポス自身の、神にふさわしい13番目の像が運ばれ、それにより王は、自身を12神と同座するものとして示していた。