§16.85.1τοῦ δὲ δήμου τὸν λόγον ἀποδεξαμένου καὶ τοῦ περὶ τῆς πρεσβείας ψηφίσματος ὑπὸ Δημοσθένους γραφέντος ὁ μὲν δῆμος ἐζήτει τὸν δυνατώτατον εἰπεῖν· ὁ δὲ Δημοσθένης ὑπήκουσε προθύμως πρὸς τὴν χρείαν.
当民众接受了这一建议,且由德摩斯梯尼起草了关于派遣使者的法令后,民众便寻找最强有力的演讲者;而德摩斯梯尼热切地响应了这一需求。
τέλος δʼ ὀξέως πρεσβεύσας καὶ πείσας ἐπανῆλθεν εἰς τὰς Ἀθήνας.
最终,他迅速充当使者并说服了他们,返回了雅典。
ὁ δὲ δῆμος τῇ τῶν Βοιωτῶν συμμαχίᾳ διπλασάσας τὴν προϋπάρχουσαν δύναμιν ἀνεθάρρησε ταῖς ἐλπίσιν.
民众因与波奥蒂亚人的同盟而使原有的军事力量倍增,在希望中重振了勇气。
§16.85.2εὐθὺ δὲ καὶ στρατηγοὺς κατέστησε τοὺς περὶ Χάρητα καὶ Λυσικλέα καὶ πανδημεὶ μετὰ τῶν ὅπλων ἐξέπεμψε τοὺς στρατιώτας εἰς τὴν Βοιωτίαν.
他们立即任命哈里斯和吕西克勒斯等人为将军,并全军出动,派兵携带武器前往波奥蒂亚。
τῶν δὲ νέων ἁπάντων προθύμως εἰς τὸν ἀγῶνα καταντώντων οὗτοι μὲν κατὰ σπουδὴν ὁδοιπορήσαντες ἧκον εἰς Χαιρώνειαν τῆς Βοιωτίας· οἱ δὲ Βοιωτοὶ θαυμάσαντες τὴν ὀξύτητα τῆς τῶν Ἀθηναίων παρουσίας καὶ αὐτοὶ σπουδῆς οὐδὲν ἐλλείποντες ἀπήντησαν μετὰ τῶν ὅπλων καὶ κοινῇ στρατοπεδεύσαντες ὑπέμενον τὴν τῶν πολεμίων ἔφοδον.
由于所有的青年人都热切地奔赴这场斗争,他们便急行军抵达了波奥蒂亚的喀罗尼亚;而波奥蒂亚人对雅典人到来的迅速感到惊叹,他们自己也在热忱上毫不逊色,携带武器前来会合,共同安营扎寨,等待敌人的进攻。
§16.85.3Φίλιππος δὲ τὸ μὲν πρῶτον ἐξέπεμψεν ἐπὶ τὸ κοινὸν τῶν Βοιωτῶν πρέσβεις, ὧν ἦν ἐπιφανέστατος Πύθων.
腓力起初向波奥蒂亚人的同盟派遣了使者,其中最著名的是皮同。
οὗτος γὰρ διαβεβοημένος ἐπὶ τῇ τοῦ λόγου δεινότητι καὶ συγκριθεὶς παρὰ τοῖς Βοιωτοῖς κατὰ τὴν περὶ τῆς συμμαχίας δημηγορίαν πρὸς Δημοσθένην τῶν μὲν ἄλλων ἐπρώτευσεν, τούτου δὲ ἐφάνη καταδεέστερος.
他因雄辩而声名远播,在波奥蒂亚人面前关于同盟的演说中与德摩斯梯尼进行对比时,他虽优于其他人,但显露出逊色于德摩斯梯尼。
§16.85.4καὶ ὁ Δημοσθένης δὲ αὐτὸς ὡς μέγα τι κατειργασμένος ἐν τοῖς συγγεγραμμένοις ὑπʼ αὐτοῦ λόγοις συμνύνεται τῇ πρὸς τὸν ῥήτορα τοῦτον δημηγορίᾳ ἐν οἷς λέγει
"τότʼ ἐγὼ μὲν τῷ Πύθωνι θρασυνομένῳ καὶ πολλῷ ῥέοντι καθʼ ὑμῶν οὐχ ὑπεχώρησα.
德摩斯梯尼本人也仿佛成就了什么伟业一般,在他自己撰写的演说辞中,为针对这位雄辩家的演说而自豪,在其中他说道:“那时,面对傲慢无礼、滔滔不绝地攻击你们的皮同,我并没有退缩。
" §16.85.5μετὰ δὲ ταῦθʼ ὁ Φίλιππος ἀποτυχὼν τῆς τῶν Βοιωτῶν συμμαχίας οὐδὲν ἧττον ἔκρινε πρὸς ἀμφοτέρους διαγωνίσασθαι· διὸ καὶ προσαναμείνας τοὺς ἀφυστεροῦντας τῶν συμμάχων ἧκεν εἰς τὴν Βοιωτίαν, ἔχων πεζοὺς μὲν πλείους τῶν τρισμυρίων, ἱππεῖς δὲ οὐκ ἔλαττον τῶν δισχιλίων.
” 此后,腓力虽然未能争取到波奥蒂亚人的同盟,但仍然决定与双方决战;因此,他在等候了那些落后的盟友之后,进入了波奥蒂亚,率领着三万多名步兵和不少于两千名的骑兵。
§16.85.6ἀμφοτέρων δὲ πρὸς τὴν μάχην εὐτρεπῶν γενομένων τοῖς μὲν φρονήμασι καὶ ταῖς προθυμίαις, ἔτι δὲ ταῖς ἀνδραγαθίαις ἐφάμιλλοι καθειστήκεισαν, τῷ δὲ πλήθει καὶ τῇ κατὰ τὴν στρατηγίαν ἀρετῇ προεῖχεν ὁ βασιλεύς.
双方都做好了战斗准备,他们在士气、热忱以及英勇表现上旗鼓相当,但在人数和将领的才干上,国王更胜一筹。
§16.85.7πολλὰς γὰρ καὶ ποικίλας παρατάξεις ἠγωνισμένος καὶ ἐν ταῖς πλείσταις μάχαις νενικηκὼς μεγάλην εἶχεν ἐμπειρίαν τῶν κατὰ πόλεμον ἔργων.
因为他经历过许多且形式多样的战役,并在大多数战斗中获胜,因而在军事行动中拥有丰富的经验。
παρὰ δὲ τοῖς Ἀθηναίοις οἱ μὲν ἀγαθώτατοι τῶν στρατηγῶν ἐτετελευτήκεισαν, Ἰφικράτης καὶ Χαβρίας, ἔτι δὲ Τιμόθεος, τῶν δʼ ὑπολελειμμένων Χάρης πρωτεύων οὐδὲν διέφερε τῶν τυχόντων ἰδιωτῶν κατὰ τὴν ἐν τῷ στρατηγεῖν ἐνέργειαν καὶ βουλήν.
然而在雅典人中,最优秀的将领已经去世,如伊菲克拉特斯和哈布里亚斯,还有蒂莫西乌斯,而在剩下的人中,居于首位的哈里斯在统帅的活力和智谋上与普通的平民毫无二致。