§16.85.1τοῦ δὲ δήμου τὸν λόγον ἀποδεξαμένου καὶ τοῦ περὶ τῆς πρεσβείας ψηφίσματος ὑπὸ Δημοσθένους γραφέντος ὁ μὲν δῆμος ἐζήτει τὸν δυνατώτατον εἰπεῖν· ὁ δὲ Δημοσθένης ὑπήκουσε προθύμως πρὸς τὴν χρείαν.
When the people accepted the proposal and the decree concerning the embassy was drafted by Demosthenes, the people sought the most powerful speaker; and Demosthenes eagerly responded to the need.
τέλος δʼ ὀξέως πρεσβεύσας καὶ πείσας ἐπανῆλθεν εἰς τὰς Ἀθήνας.
Finally, having quickly served as envoy and persuaded them, he returned to Athens.
ὁ δὲ δῆμος τῇ τῶν Βοιωτῶν συμμαχίᾳ διπλασάσας τὴν προϋπάρχουσαν δύναμιν ἀνεθάρρησε ταῖς ἐλπίσιν.
The people, having doubled their pre-existing force by the alliance with the Boeotians, took courage again in their hopes.
§16.85.2εὐθὺ δὲ καὶ στρατηγοὺς κατέστησε τοὺς περὶ Χάρητα καὶ Λυσικλέα καὶ πανδημεὶ μετὰ τῶν ὅπλων ἐξέπεμψε τοὺς στρατιώτας εἰς τὴν Βοιωτίαν.
And immediately they appointed Chares and Lysicles and their colleagues as generals, and sent out the soldiers with their arms in full force into Boeotia.
τῶν δὲ νέων ἁπάντων προθύμως εἰς τὸν ἀγῶνα καταντώντων οὗτοι μὲν κατὰ σπουδὴν ὁδοιπορήσαντες ἧκον εἰς Χαιρώνειαν τῆς Βοιωτίας· οἱ δὲ Βοιωτοὶ θαυμάσαντες τὴν ὀξύτητα τῆς τῶν Ἀθηναίων παρουσίας καὶ αὐτοὶ σπουδῆς οὐδὲν ἐλλείποντες ἀπήντησαν μετὰ τῶν ὅπλων καὶ κοινῇ στρατοπεδεύσαντες ὑπέμενον τὴν τῶν πολεμίων ἔφοδον.
As all the young men eagerly flocked to the struggle, these, marching in haste, arrived at Chaeronea in Boeotia; and the Boeotians, marveling at the speed of the Athenians' arrival, and themselves lacking nothing in zeal, met them with their arms, and encamping together, awaited the onset of the enemy.
§16.85.3Φίλιππος δὲ τὸ μὲν πρῶτον ἐξέπεμψεν ἐπὶ τὸ κοινὸν τῶν Βοιωτῶν πρέσβεις, ὧν ἦν ἐπιφανέστατος Πύθων.
Philip at first dispatched envoys to the league of the Boeotians, of whom Python was the most distinguished.
οὗτος γὰρ διαβεβοημένος ἐπὶ τῇ τοῦ λόγου δεινότητι καὶ συγκριθεὶς παρὰ τοῖς Βοιωτοῖς κατὰ τὴν περὶ τῆς συμμαχίας δημηγορίαν πρὸς Δημοσθένην τῶν μὲν ἄλλων ἐπρώτευσεν, τούτου δὲ ἐφάνη καταδεέστερος.
For he, renowned for his eloquence and compared with Demosthenes before the Boeotians during the public speaking concerning the alliance, excelled the others, but appeared inferior to him.
§16.85.4καὶ ὁ Δημοσθένης δὲ αὐτὸς ὡς μέγα τι κατειργασμένος ἐν τοῖς συγγεγραμμένοις ὑπʼ αὐτοῦ λόγοις συμνύνεται τῇ πρὸς τὸν ῥήτορα τοῦτον δημηγορίᾳ ἐν οἷς λέγει
"τότʼ ἐγὼ μὲν τῷ Πύθωνι θρασυνομένῳ καὶ πολλῷ ῥέοντι καθʼ ὑμῶν οὐχ ὑπεχώρησα. " §16.85.5μετὰ δὲ ταῦθʼ ὁ Φίλιππος ἀποτυχὼν τῆς τῶν Βοιωτῶν συμμαχίας οὐδὲν ἧττον ἔκρινε πρὸς ἀμφοτέρους διαγωνίσασθαι· διὸ καὶ προσαναμείνας τοὺς ἀφυστεροῦντας τῶν συμμάχων ἧκεν εἰς τὴν Βοιωτίαν, ἔχων πεζοὺς μὲν πλείους τῶν τρισμυρίων, ἱππεῖς δὲ οὐκ ἔλαττον τῶν δισχιλίων.
And Demosthenes himself, as if having accomplished something great, boasts in the speeches written by him of his public address against this orator, in which he says: "At that time I did not give way to Python when he was behaving boldly and flowing in a great torrent against you." After this, Philip, though failing to secure the alliance of the Boeotians, decided nonetheless to contend against both; therefore, having waited for those of the allies who were lagging behind, he arrived in Boeotia, having more than thirty thousand infantry and not fewer than two thousand cavalry.
§16.85.6ἀμφοτέρων δὲ πρὸς τὴν μάχην εὐτρεπῶν γενομένων τοῖς μὲν φρονήμασι καὶ ταῖς προθυμίαις, ἔτι δὲ ταῖς ἀνδραγαθίαις ἐφάμιλλοι καθειστήκεισαν, τῷ δὲ πλήθει καὶ τῇ κατὰ τὴν στρατηγίαν ἀρετῇ προεῖχεν ὁ βασιλεύς.
When both sides were ready for the battle, in spirit and enthusiasm, and further in deeds of valor, they stood as rivals on equal terms; but in numbers and in the skill of generalship, the king excelled.
§16.85.7πολλὰς γὰρ καὶ ποικίλας παρατάξεις ἠγωνισμένος καὶ ἐν ταῖς πλείσταις μάχαις νενικηκὼς μεγάλην εἶχεν ἐμπειρίαν τῶν κατὰ πόλεμον ἔργων.
For having fought in many and varied battles and having been victorious in most of them, he possessed great experience in the operations of war.
παρὰ δὲ τοῖς Ἀθηναίοις οἱ μὲν ἀγαθώτατοι τῶν στρατηγῶν ἐτετελευτήκεισαν, Ἰφικράτης καὶ Χαβρίας, ἔτι δὲ Τιμόθεος, τῶν δʼ ὑπολελειμμένων Χάρης πρωτεύων οὐδὲν διέφερε τῶν τυχόντων ἰδιωτῶν κατὰ τὴν ἐν τῷ στρατηγεῖν ἐνέργειαν καὶ βουλήν.
Among the Athenians, however, the ablest of their generals had died—Iphicrates and Chabrias, and also Timotheus—and of those who remained, Chares, who held the chief command, differed in no way from ordinary private citizens in his energy and judgment as a general.