§16.86.1ἅμα δʼ ἡμέρᾳ τῶν δυνάμεων ἐκταττομένων ὁ μὲν βασιλεὺς τὸν υἱὸν Ἀλέξανδρον, ἀντίπαιδα τὴν ἡλικίαν ὄντα, διάδηλον δὲ τὴν ἀνδρείαν καὶ τὴν ὀξύτητα τῆς ἐνεργείας ἔχοντα, κατέστησεν ἐπὶ θάτερον τῶν κεράτων, παρακαταστήσας αὐτῷ τῶν ἡγεμόνων τοὺς ἀξιολογωτάτους· αὐτὸς δὲ τοὺς ἐπιλέκτους ἔχων μεθʼ ἑαυτοῦ τὴν ἡγεμονίαν εἶχε τοῦ ἑτέρου μέρους καὶ τὰς κατὰ μέρος τάξεις οἰκείως τοῖς παροῦσι καιροῖς διεκόσμησεν.
黎明时分,当两军列阵时,国王将他的儿子亚历山大(虽在年龄上仍是少年,但其英勇与行动的迅速已昭然显著)安置在两翼之一,并派将领中最杰出的人在旁辅佐;他自己则率领精兵亲自指挥另一部分,并根据当时的局势适切地调整了各部战线的阵型。
§16.86.2οἱ δʼ Ἀθηναῖοι κατʼ ἔθνος τὴν διαίρεσιν τῆς τάξεως ποιησάμενοι τοῖς μὲν Βοιωτοῖς τὸ ἕτερον μέρος παρέδωκαν, αὐτοὶ δὲ τοῦ λοιποῦ τὴν ἡγεμονίαν εἶχον.
雅典人则按国民对战线进行划分,将其中一部分交由波奥蒂亚人,他们自己则指挥其余的部分。
γενομένης δὲ μάχης καρτερᾶς ἐπὶ πολὺν χρόνον καὶ πολλῶν πιπτόντων παρʼ ἀμφοτέροις μέχρι μέν τινος ὁ ἀγὼν ἀμφιδοξουμένας εἶχε τὰς ἐλπίδας τῆς νίκης.
在一场持久而激烈的战斗爆发、双方都有许多人倒下时,在一定时间内,这场斗争使胜利的希望依然胜负难料。
§16.86.3μετὰ δὲ ταῦτα τοῦ Ἀλεξάνδρου φιλοτιμουμένου τῷ πατρὶ τὴν ἰδίαν ἀνδραγαθίαν ἐνδείξασθαι καὶ φιλοτιμίας ὑπερβολὴν οὐκ ἀπολείποντος, ὁμοίως δὲ καὶ πολλῶν αὐτῷ συναγωνιζομένων ἀνδρῶν ἀγαθῶν πρῶτος τὸ συνεχὲς τῆς τῶν πολεμίων τάξεως ἔρρηξε καὶ πολλοὺς καταβαλὼν κατεπόνει τοὺς καθʼ αὑτὸν τεταγμένους.
此后,亚历山大渴望向父亲展示自己的英勇,展现出极大的好胜心,且同样有许多勇士与他并肩作战,他率先突破了敌人战列的密集部分,击倒了许多人,并压制了排在他对面的敌人。
§16.86.4τὸ δʼ αὐτὸ καὶ τῶν παραστατῶν αὐτῷ ποιησάντων τὸ συνεχὲς αἰεὶ τῆς τάξεως παρερρήγνυτο.
随着他的随从们也做出了同样的举动,战线的密集部分被不断突破。
πολλῶν δὲ σωρευομένων νεκρῶν οἱ περὶ τὸν Ἀλέξανδρον πρῶτοι βιασάμενοι τοὺς καθʼ αὑτοὺς ἐτρέψαντο.
在尸体堆积如山之际,亚历山大及其部下率先强行突破,击溃了他们对面的敌人。
μετὰ δὲ ταῦτα καὶ ὁ βασιλεὺς αὐτὸς προκινδυνεύων καὶ τῆς νίκης τὴν ἐπιγραφὴν οὐδʼ αὐτῷ παραχωρῶν Ἀλεξάνδρῳ τὸ μὲν πρῶτον ἐξέωσε τῇ βίᾳ τοὺς ἀντιτεταγμένους, ἔπειτα δὲ καὶ φεύγειν συναναγκάσας αἴτιος ἐγένετο τῆς νίκης.
此后,国王本人也身先士卒,不愿将胜利的功劳让给亚历山大,他起初用武力逼退了对峙的敌人,随后强迫他们逃跑,从而成为了这场胜利的缔造者。
§16.86.5τῶν δʼ Ἀθηναίων ἔπεσον μὲν ἐν τῇ μάχῃ πλείους τῶν χιλίων, ἥλωσαν δʼ οὐκ ἐλάττους τῶν δισχιλίων.
在雅典人中,有一千多人战死,不少于两千人被俘。
§16.86.6ὁμοίως δὲ καὶ τῶν Βοιωτῶν πολλοὶ μὲν ἀνῃρέθησαν, οὐκ ὀλίγοι δʼ ἐζωγρήθησαν.
同样,波奥蒂亚人也有许多人被杀,不少人被活捉。
μετὰ δὲ τὴν μάχην ὁ Φίλιππος τρόπαιον στήσας καὶ τοὺς νεκροὺς εἰς ταφὴν συγχωρήσας ἐπινίκια τοῖς θεοῖς ἔθυσε καὶ τοὺς ἀνδραγαθήσαντας κατὰ τὴν ἀξίαν ἐτίμησεν.
战斗结束后,腓力立起了战胜纪念碑,允许埋葬死者,向神明献上感恩祭,并根据功绩表彰了那些表现英勇的人。