§16.84.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Χαρώνδου τὴν ὕπατον ἀρχὴν διεδέξαντο Λεύκιος Αἰμίλιος καὶ Γάιος Πλώτιος.
在雅典由卡隆达斯担任执政官时,卢基乌斯·埃米利乌斯和盖乌斯·普洛蒂乌斯接任了执政官职位。
ἐπὶ δὲ τούτων Φίλιππος ὁ βασιλεὺς τοὺς πλείστους τῶν Ἑλλήνων εἰς φιλίαν προηγμένος ἐφιλοτιμεῖτο καὶ τοὺς Ἀθηναίους καταπληξάμενος ἀδήριτον ἔχειν τὴν ἡγεμονίαν τῆς Ἑλλάδος.
在他们任内,国王腓力已将大多数希腊人拉拢入友好关系,并渴望在震慑雅典人后,保持对希腊无可争辩的霸权。
§16.84.2διόπερ ἄφνω καταλαβόμενος Ἐλάτειαν πόλιν καὶ τὰς δυνάμεις εἰς ταύτην ἀθροίσας διέγνω πολεμεῖν τοῖς Ἀθηναίοις.
因此,他突然占领了埃拉提亚城,并在该城集结军队,决定与雅典人开战。
ἀπαρασκεύων δʼ ὄντων αὐτῶν διὰ τὴν συντεθειμένην εἰρήνην ἤλπιζε ῥᾳδίως περιποιήσεσθαι τὴν νίκην· ὅπερ καὶ συνετελέσθη.
由于他们因已缔结的和平而毫无准备,他希望能轻易获得胜利;这确实也实现了。
καταληφθείσης γὰρ τῆς Ἐλατείας ἧκόν τινες νυκτὸς ἀπαγγέλλοντες τὴν κατάληψιν τῆς πόλεως καὶ διότι ταχέως ἥξει Φίλιππος μετὰ τῆς δυνάμεως εἰς τὴν Ἀττικήν.
因为在埃拉提亚被占领后,有些人连夜赶来报告该城的失陷,并称腓力很快就会率军进入阿提卡。
§16.84.3οἱ δὲ στρατηγοὶ τῶν Ἀθηναίων διὰ τὸ παράδοξον τῆς πράξεως καταπλαγέντες τούς τε σαλπικτὰς μετεπέμποντο καὶ σημαίνειν προσέταττον διʼ ὅλης τῆς νυκτός.
雅典人的将军们对这出乎意料的事变感到惊恐,便派人召集号兵,命令他们整夜吹号示警。
τῆς δὲ φήμης εἰς πᾶσαν οἰκίαν διαδοθείσης ἡ μὲν πόλις ὀρθὴ διὰ τὸν φόβον ἦν, ὁ δὲ δῆμος ἅπας ἅμʼ ἡμέρᾳ συνέδραμεν εἰς τὸ θέατρον πρὸ τοῦ συγκαλέσαι τοὺς ἄρχοντας ὡς ἦν ἔθος.
随着传闻传遍家家户户,城市因恐惧而陷入骚动,全体民众在天亮时就纷纷涌入剧场,甚至在官员们按照惯例召集他们之前。
§16.84.4ὡς δʼ ἧκον οἱ στρατηγοὶ καὶ τὸν μηνύσαντα παρῆγον κἀκεῖνος εἶπεν, σιωπὴ μὲν καὶ φόβος κατεῖχε τὸ θέατρον καὶ τῶν εἰωθότων δημηγορεῖν οὐδεὶς ἐτόλμα συμβουλεῦσαι·
当将军们赶到并带出报信人,而报信人说明情况后,剧场被一片寂静与恐惧所笼罩,那些惯于发表政治演说的人中,没有一个敢于提出建议。
πλεονάκις δὲ τοῦ κήρυκος καλέσαντος τοὺς ἐροῦντας ὑπὲρ τῆς κοινῆς σωτηρίας οὐδεὶς παρῄει σύμβουλος.
尽管传令官一再呼吁有人为共同的安全发言,却没有任何顾问走上前来。
§16.84.5ἀπορίας οὖν μεγάλης οὔσης καὶ καταπλήξεως ἀπέβλεπε τὸ πλῆθος ἐπὶ τὸν Δημοσθένην.
于是,在极大的困惑和惊恐之中,民众纷纷将目光投向德摩斯梯尼。
ὁ δʼ καταβὰς καὶ τὸν δῆμον παρακαλέσας θαρρεῖν ἀπεφαίνετο δεῖν παραχρῆμα πρέσβεις ἀποστέλλειν εἰς τὰς Θήβας καὶ παρακαλεῖν τοὺς Βοιωτοὺς κοινῇ τὸν ὑπὲρ τῆς ἐλευθερίας ἀγῶνα τίθεσθαι· πρὸς γὰρ τοὺς ἄλλους συμμάχους ὁ καιρὸς οὐ συνεχώρει πέμπειν πρεσβείας περὶ τῆς συμμαχίας.
他便走上前来,勉励民众保持勇气,并表示必须立即派遣使者前往底比斯,敦促波奥蒂亚人共同为自由而奋斗;因为面对其他盟友,局势不容许派遣使者去商讨同盟。
ἐν ἡμέραις γὰρ δυσὶ προσδόκιμος ἦν ὁ βασιλεὺς ἥξειν εἰς τὴν Ἀττικὴν καὶ τῆς ὁδοιπορίας οὔσης διὰ τῆς Βοιωτίας ἡ παρὰ τῶν Βοιωτῶν συμμαχία μόνη κατελείπετο, φανεροῦ γʼ ὄντος ὅτι Φίλιππος, φίλος ὢν καὶ σύμμαχος Βοιωτοῖς, τούτους ἐν παρόδῳ πειράσεται παραλαβεῖν εἰς τὸν κατʼ Ἀθηναίων πόλεμον.
因为预计国王将在两天之内抵达阿提卡,且其进军路线经过波奥蒂亚,所以与波奥蒂亚人的同盟便成了唯一的生路,显而易见的是,腓力作为波奥蒂亚人的朋友和盟友,定会企图顺道拉拢他们加入针对雅典人的战争。