§16.84.1ἐπʼ ἄρχοντος δʼ Ἀθήνησι Χαρώνδου τὴν ὕπατον ἀρχὴν διεδέξαντο Λεύκιος Αἰμίλιος καὶ Γάιος Πλώτιος.
At Athens, when Charondas was archon, Lucius Aemilius and Gaius Plotius succeeded to the consular office.
ἐπὶ δὲ τούτων Φίλιππος ὁ βασιλεὺς τοὺς πλείστους τῶν Ἑλλήνων εἰς φιλίαν προηγμένος ἐφιλοτιμεῖτο καὶ τοὺς Ἀθηναίους καταπληξάμενος ἀδήριτον ἔχειν τὴν ἡγεμονίαν τῆς Ἑλλάδος.
During their term, King Philip, having drawn most of the Greeks into friendship, was eager to strike terror into the Athenians and to hold the hegemony of Greece uncontested.
§16.84.2διόπερ ἄφνω καταλαβόμενος Ἐλάτειαν πόλιν καὶ τὰς δυνάμεις εἰς ταύτην ἀθροίσας διέγνω πολεμεῖν τοῖς Ἀθηναίοις.
Therefore, having suddenly seized the city of Elateia and assembled his forces in it, he resolved to make war on the Athenians.
ἀπαρασκεύων δʼ ὄντων αὐτῶν διὰ τὴν συντεθειμένην εἰρήνην ἤλπιζε ῥᾳδίως περιποιήσεσθαι τὴν νίκην· ὅπερ καὶ συνετελέσθη.
And since they were unprepared because of the peace that had been concluded, he hoped to secure the victory easily; which indeed was accomplished.
καταληφθείσης γὰρ τῆς Ἐλατείας ἧκόν τινες νυκτὸς ἀπαγγέλλοντες τὴν κατάληψιν τῆς πόλεως καὶ διότι ταχέως ἥξει Φίλιππος μετὰ τῆς δυνάμεως εἰς τὴν Ἀττικήν.
For when Elateia was seized, some men arrived by night reporting the capture of the city and that Philip would soon come with his army into Attica.
§16.84.3οἱ δὲ στρατηγοὶ τῶν Ἀθηναίων διὰ τὸ παράδοξον τῆς πράξεως καταπλαγέντες τούς τε σαλπικτὰς μετεπέμποντο καὶ σημαίνειν προσέταττον διʼ ὅλης τῆς νυκτός.
The generals of the Athenians, astounded by the unexpectedness of the event, sent for the trumpeters and ordered them to sound the alarm throughout the entire night.
τῆς δὲ φήμης εἰς πᾶσαν οἰκίαν διαδοθείσης ἡ μὲν πόλις ὀρθὴ διὰ τὸν φόβον ἦν, ὁ δὲ δῆμος ἅπας ἅμʼ ἡμέρᾳ συνέδραμεν εἰς τὸ θέατρον πρὸ τοῦ συγκαλέσαι τοὺς ἄρχοντας ὡς ἦν ἔθος.
When the rumor spread to every house, the city was on edge through fear, and the entire populace at daybreak ran together into the theater, before the officials could summon them as was the custom.
§16.84.4ὡς δʼ ἧκον οἱ στρατηγοὶ καὶ τὸν μηνύσαντα παρῆγον κἀκεῖνος εἶπεν, σιωπὴ μὲν καὶ φόβος κατεῖχε τὸ θέατρον καὶ τῶν εἰωθότων δημηγορεῖν οὐδεὶς ἐτόλμα συμβουλεῦσαι·
When the generals arrived and brought forward the informant and he spoke, silence and fear held the theater, and of those accustomed to speak in the assembly, no one dared to give counsel.
πλεονάκις δὲ τοῦ κήρυκος καλέσαντος τοὺς ἐροῦντας ὑπὲρ τῆς κοινῆς σωτηρίας οὐδεὶς παρῄει σύμβουλος.
And though the herald repeatedly called for those who would speak on behalf of the common safety, no advisor came forward.
§16.84.5ἀπορίας οὖν μεγάλης οὔσης καὶ καταπλήξεως ἀπέβλεπε τὸ πλῆθος ἐπὶ τὸν Δημοσθένην.
In the midst of great perplexity and dismay, therefore, the multitude looked toward Demosthenes.
ὁ δʼ καταβὰς καὶ τὸν δῆμον παρακαλέσας θαρρεῖν ἀπεφαίνετο δεῖν παραχρῆμα πρέσβεις ἀποστέλλειν εἰς τὰς Θήβας καὶ παρακαλεῖν τοὺς Βοιωτοὺς κοινῇ τὸν ὑπὲρ τῆς ἐλευθερίας ἀγῶνα τίθεσθαι·
And he, coming forward and urging the people to take courage, declared that they must immediately dispatch envoys to Thebes and urge the Boeotians to join in making the struggle for freedom.
πρὸς γὰρ τοὺς ἄλλους συμμάχους ὁ καιρὸς οὐ συνεχώρει πέμπειν πρεσβείας περὶ τῆς συμμαχίας.
For with respect to the other allies, the crisis did not permit sending embassies concerning an alliance.
ἐν ἡμέραις γὰρ δυσὶ προσδόκιμος ἦν ὁ βασιλεὺς ἥξειν εἰς τὴν Ἀττικὴν καὶ τῆς ὁδοιπορίας οὔσης διὰ τῆς Βοιωτίας ἡ παρὰ τῶν Βοιωτῶν συμμαχία μόνη κατελείπετο, φανεροῦ γʼ ὄντος ὅτι Φίλιππος, φίλος ὢν καὶ σύμμαχος Βοιωτοῖς, τούτους ἐν παρόδῳ πειράσεται παραλαβεῖν εἰς τὸν κατʼ Ἀθηναίων πόλεμον.
For within two days the king was expected to arrive in Attica, and since his march was through Boeotia, the alliance with the Boeotians was the only one left, especially as it was clear that Philip, being a friend and ally to the Boeotians, would attempt to enlist them on his way in the war against the Athenians.