§16.83.1καθόλου δὲ πάντα τὰ κατὰ τὴν Σικελίαν εἰρηνικῶς καταστήσας ἐποίησε τὰς πόλεις ταχὺ λαβεῖν πολλὴν αὔξησιν πρὸς εὐδαιμονίαν.
总的来说,他在以和平方式整顿了西西里岛的一切事务后,使各城市得以迅速蓬勃发展并走向繁荣。
ἐκ πολλοῦ γὰρ χρόνου διὰ τὰς στάσεις καὶ τοὺς ἐμφυλίους πολέμους, ἔτι δὲ τὸ πλῆθος τῶν ἐπανισταμένων αἰεὶ τυράννων αἱ μὲν πόλεις ἔρημοι τῶν οἰκητόρων ἦσαν, αἱ δὲ χῶραι διὰ τὴν ἀργίαν ἐξηγρίωντο καὶ καρπῶν ἡμέρων ἄφοροι καθειστήκεισαν·
因为在很长一段时间里,由于党争和内战,加之不断涌现的众多僭主,一方面城市荒无人烟,另一方面土地因荒废而变得野草丛生,无法产出栽培作物。
τότε δὲ διὰ τὸ πλῆθος τῶν ἐπιπολασάντων οἰκητόρων καὶ διὰ τὴν πολυχρόνιον ἐπιγεγενημένην εἰρήνην ἐξημερώθησαν ταῖς ἐργασίαις καὶ πολλοὺς καὶ παντοδαποὺς ἐξήνεγκαν καρπούς.
但到了那时,由于大量涌入的殖民者以及随之而来的长期和平,土地通过耕作得以开垦,并产出了大量且种类繁多的作物。
τούτους δʼ οἱ Σικελιῶται λυσιτελῶς πιπράσκοντες τοῖς ἐμπόροις ταχὺ προσανέδραμον ταῖς οὐσίαις.
西西里人将这些作物以有利的价格卖给商人,迅速积累了财富。
§16.83.2τοιγαροῦν διὰ τὴν ἐκ τούτων εὐπορίαν πολλὰ καὶ μεγάλα κατεσκευάσθη κατʼ ἐκείνους τοὺς χρόνους ἀναθήματα, ἐν μὲν ταῖς Συρακούσσαις ὁ κατὰ τὴν Μῆσον οἶκος ὁ ἑξηκοντάκλινος ὀνομαζόμενος, τῶν κατὰ τὴν Σικελίαν ἔργων ὑπεραίρων τῷ μεγέθει καὶ τῇ κατασκευῇ, ὃν κατεσκεύασε μὲν Ἀγαθοκλῆς ὁ δυνάστης, διὰ δὲ τὸ βάρος τῶν ἔργων ὑπεραίρων τοὺς τῶν θεῶν ναοὺς ἐπισημασίας ἔτυχεν ὑπὸ τοῦ δαιμονίου κεραυνωθείς, οἵ τε παρὰ τὸν μικρὸν λιμένα πύργοι, τὰς μὲν ἐπιγραφὰς ἔχοντες ἐξ ἑτερογενῶν λίθων, σημαίνοντες δὲ τὴν τοῦ κατασκευάσαντος αὐτοὺς προσηγορίαν Ἀγαθοκλέους, ὁμοίως δὲ τούτοις μικρὸν ὕστερον ὑπὸ Ἱέρωνος τοῦ βασιλέως τό τε κατὰ τὴν ἀγορὰν Ὀλυμπιεῖον καὶ ὁ πλησίον τοῦ θεάτρου βωμός, τὸ μὲν μῆκος ὢν σταδίου, τὸ δʼ ὕψος καὶ πλάτος ἔχων τούτῳ κατὰ λόγον.
因此,由于由此带来的富足,在那个时期建造了许多宏伟的献纳建筑:在叙拉古,建造了岛上被称为“六十榻之馆”的建筑,其规模和结构超越了西西里岛上的所有工程,虽然它是由统治者阿加托克勒斯建造的,但因其工程的宏伟程度超越了众神的母庙,从而遭受了神明降下雷击的警示;此外还有小港旁的塔楼,它们带有由不同石料制成的铭文,标示着建造者阿加托克勒斯的名字;同样在这些之后不久,国王希伦建造了广场上的奥林匹亚宙斯神庙和剧场附近的祭坛,该祭坛长度达一斯塔德,高度和宽度与此成比例。
§16.83.3ἐν δὲ ταῖς ἐλάττοσι πόλεσιν, ἐν αἷς ἡ τῶν Ἀγυριναίων καταριθμεῖται, μετασχοῦσα τῆς τότε κληρουχίας διὰ τὴν προειρημένην ἐκ τῶν καρπῶν εὐπορίαν, θέατρον μὲν κατεσκεύασε μετὰ τὸ τῶν Συρακοσίων κάλλιστον τῶν κατὰ Σικελίαν, θεῶν τε ναοὺς καὶ βουλευτήριον καὶ ἀγοράν, ἔτι δὲ πύργων ἀξιολόγους κατασκευὰς καὶ τάφους πυραμίδων πολλῶν καὶ μεγάλων διαφόρων ταῖς φιλοτεχνίαις.
而在较小的城市中——阿吉里乌姆人的城市也位列其中——由于参与了当时的分地,并凭借前述因作物带来的富裕,建造了一座规模仅次于叙拉古、在西西里最精美的剧场,以及众神的神殿、议事厅和广场,此外还有引人注目的塔楼建筑,以及许多在艺术技巧上杰出的大型金字塔形墓碑。