Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §16.82.1-16.82.7

提摩莱翁安置移民与叙拉古的重建

第 590 段,共 723 段 · 希腊语

内容简介

提摩莱翁返回叙拉古,惩治了叛变雇佣兵并清除各地的僭主,同时与迦太基达成和平。他招募大批希腊移民,并修订了迪奥克勒斯的法律以重建叙拉古。

§16.82.1τοῦ δʼ ἔτους τούτου διελθόντος Ἀθήνησι μὲν ἦρχε Λυσιμαχίδης, ἐν Ῥώμῃ δʼ ὕπατοι καθειστήκεισαν Κόιντος Σερουίλιος καὶ Μάρκος Ῥουτίλιος.
这一年过去后,利西马希德斯在雅典担任执政官,而在罗马,昆图斯·塞维里乌斯和马尔库斯·鲁蒂里乌斯被确立为执政官。
ἐπὶ δὲ τούτων Τιμολέων ἐπανελθὼν εἰς Συρακούσσας πρῶτον μὲν τοὺς ἐγκαταλιπόντας αὐτὸν μισθοφόρους τοὺς μετὰ Θρασίου πάντας ἐκ τῆς πόλεως ὡς προδότας ὄντας ἐξέβαλεν.
在他们任职期间,提摩莱翁回到叙拉古,首先将那些抛弃了局势的雇佣兵——即斯拉西乌斯手下的所有人——作为叛徒全部逐出城外。
§16.82.2οὗτοι δʼ εἰς τὴν Ἰταλίαν διαβάντες καὶ χωρίον τι παραθαλάττιον ἐν τῇ Βρεττίᾳ καταλαβόμενοι διήρπασαν.
这些人渡海到意大利,占领了布鲁提乌姆沿海的一个地方并进行掠夺。
οἱ δὲ Βρέττιοι παροξυνθέντες εὐθὺς μετὰ δυνάμεως πολλῆς ἐστράτευσαν ἐπʼ αὐτοὺς καὶ τὸ χωρίον ἐκπολιορκήσαντες ἅπαντας κατηκόντισαν.
布鲁提乌姆人被激怒,立即率大军向他们发起进攻,在围攻并攻克该地后,用投枪将他们全部杀死。
οἱ μὲν οὖν καταλιπόντες τὸν Τιμολέοντα μισθοφόροι τῆς ἰδίας παρανομίας ἐπάθλου τοιαύτης συμφορᾶς ἔτυχον·
因此,那些背弃提摩莱翁的雇佣兵,因其自身的无法无天而得到了如此灾难的报应。
§16.82.3ὁ δὲ Τιμολέων Ποστόμιον τὸν Τυρρηνὸν δώδεκα λῃστρίσι τοὺς πλέοντας ληιζόμενον καὶ καταπλεύσαντα εἰς Συρακούσσας ὡς φίλον συλλαβὼν ἐθανάτωσεν.
提摩莱翁逮捕并处死了第勒尼安人波斯托米乌斯,此人曾率领十二艘海盗船掠夺航海之人,并以朋友的身份驶入叙拉古。
ὑπεδέξατο δὲ καὶ τοὺς ὑπὸ Κορινθίωνἐκπεμφθέντας οἰκήτορας φιλοφρόνως, ὄντας τὸν ἀριθμὸν πεντακισχιλίους.
他还亲切地接待了科林斯人派来的殖民者,人数达五千人。
μετὰ δὲ ταῦτα τῶν Καρχηδονίων διαπρεσβευσαμένων καὶ πολλὰ δεηθέντων συνεχώρησεν αὐτοῖς τὴν εἰρήνην ὥστε τὰς μὲν Ἑλληνίδας πόλεις ἁπάσας ἐλευθέρας εἶναι, τὸν δὲ Λύκον καλούμενον ποταμὸν ὅριον εἶναι τῆς ἑκατέρων ἐπικρατείας· μὴ ἐξεῖναι δὲ Καρχηδονίοις βοηθῆσαι τοῖς τυράννοις τοῖς πολεμοῦσι πρὸς Συρακοσίους.
在此之后,由于迦太基人派遣使节并多方恳求,他同意与他们达成和平,条件是:所有希腊城市都应当自由;被称为莱库斯河的河流应为双方势力范围的边界;迦太基人不得援助与叙拉古人作战的僭主。
§16.82.4μετὰ δὲ ταῦτα τὸν μὲν Ἱκέταν καταπολεμήσας ἐθανάτωσε, τοὺς δʼ ἐν Αἴτνῃ Καμπανοὺς ἐκπολιορκήσας διέφθειρε.
此后,他通过战争击败并处死了希凯塔斯,并围攻消灭了埃特纳的坎帕尼亚人。
καὶ Νικόδημον μὲν τὸν Κεντοριπίνων τύραννον καταπληξάμενος ἐξέβαλεν ἐκ τῆς πόλεως, Ἀπολλωνιάδην δὲ τὸν Ἀγυριναίων δυνάστην παύσας τῆς τυραννίδος τοὺς ἐλευθερωθέντας Συρακοσίους ἐποίησε.
他震慑并驱逐了肯托里帕的僭主尼科德摩斯,免去了阿吉里乌姆统治者阿波罗尼亚德斯的僭主之位,并使获得解放的人成为叙拉古公民。
καθόλου δὲ πάντας τοὺς κατὰ τὴν νῆσον τυράννους ῥιζοτομήσας καὶ τὰς πόλεις ἐλευθερώσας εἰς τὴν συμμαχίαν προσεδέξατο.
总的来说,他彻底根除了全岛的所有僭主,解放了各城市,并接纳他们加入同盟。
§16.82.5κηρύξαντος δʼ αὐτοῦ κατὰ τὴν Ἑλλάδα διότι Συρακόσιοι διδόασι χώραν καὶ οἰκίας τοῖς βουλομένοις μετέχειν τῆς ἐν Συρακούσσαις πολιτείας πολλοὶ πρὸς τὴν κληρουχίαν Ἕλληνες ἀπήντησαν· τέλος δὲ οἰκήτορες ἀπεδείχθησαν εἰς μὲν τὴν Συρακοσίαν τὴν ἀδιαίρετον τετρακισμύριοι, εἰς δὲ τὴν Ἀγυριναίαν μύριοι διὰ τὸ μέγεθος καὶ κάλλος τῆς χώρας.
他在全希腊发出宣告,称叙拉古人将向愿意加入叙拉古公民权的人分配土地和房屋,许多希腊人便前来参与土地分配;最终,由于该地区面积广阔且土地肥沃,未分割的叙拉古领地上分配了四万名殖民者,阿吉里乌姆领地上分配了一万人。
§16.82.6εὐθὺ δὲ καὶ τοὺς προϋπάρχοντας νόμους ἐν ταῖς Συρακούσσαις, οὓς συνέγραψε Διοκλῆς, διώρθωσε.
他还立即修改了叙拉古原有的法律,这些法律由狄奥克勒斯编纂。
καὶ τοὺς μὲν περὶ τῶν ἰδιωτικῶν συμβολαίων ἢ κληρονομιῶν εἴασεν ἀμεταθέτους, τοὺς δὲ περὶ τῶν δημοσίων νενομοθετημένους πρὸς τὴν ἰδίαν ὑπόστασιν ὥς ποτʼ ἐδόκει συμφέρειν διώρθωσεν.
他保留了有关私人契约或继承的法律,使其不作变动,但对有关公共事务的法律进行了修改,使其适应独特的现状,以求达到最有利的效果。
§16.82.7ἐπιστάτης δʼ ἦν καὶ διορθωτὴς τῆς νομοθεσίας Κέφαλος ὁ Κορίνθιος, ἀνὴρ ἐν παιδείᾳ καὶ συνέσει δεδοξασμένος.
科林斯人凯法罗斯是这一立法工作的监督者和校订者,他是一位因教养和智慧而享有盛誉的人。
ἀπὸ δὲ τούτων γενόμενος τοὺς μὲν Λεοντίνους εἰς Συρακούσσας μετῴκισεν, εἰς δὲ τὴν Καμαριναίαν οἰκήτορας προσθεὶς ἐπηύξησε τὴν πόλιν.
结束这些事务后,提摩莱翁将莱翁蒂尼人迁往叙拉古,并通过在卡马里纳增加殖民者来扩大该城。

词汇与语法注释

  1. §16.82.2τῆς ἰδίας παρανομίας ἐπάθλου — 名词 ἐπάθλου(ἔπαθλον“奖赏、报应”的单数属格)与后文的 τοιαύτης συμφορᾶς(“如此灾难”)同位,或作谓语性说明,表示“作为其自身无法无天行为的报应”。ἰδίας παρανομίας 作 ἐπάθλου 的限制性属格。
  2. §16.82.3ὥστε τὰς μὲν Ἑλληνίδας πόλεις ἁπάσας ἐλευθέρας εἶναι — 连词 ὥστε 后接不定式分句,在此处并非表示简单的结果,而是表示达成和平条约的“条件”或“条款”(意为“条件是……”)。
  3. §16.82.4τοὺς ἐλευθερωθέντας Συρακοσίους ἐποίησε — 动词 ἐποίησε(源自 ποιέω“使……成为”)带双宾格(或宾格及其宾格补足语),意为“使那些获得解放的人(τοὺς ἐλευθερωθέντας)成为叙拉古公民(Συρακοσίους)”。
  4. §16.82.7ἀπὸ δὲ τούτων γενόμενος — 由前置词 ἀπό 和动词 γίγνομαι 的分词构成,表示“离开这些活动”或“结束这些事务”的惯用表达。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §16.82.1-16.82.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.82.1-16.82.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。