Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §16.81.1-16.81.4

战利品的分配与迦太基的恐慌及求和

第 589 段,共 723 段 · 希腊语

内容简介

战斗结束后,提摩莱翁将丰厚的战利品赏赐给士兵,而被击败的迦太基人艰难地逃回莉莉贝乌姆。迦太基城内陷入恐慌,开始招募雇佣兵并寻求和平。

§16.81.1πολλῶν δὲ καὶ χρημάτων καταληφθέντων διὰ τὸ τοὺς Καρχηδονίους ἐσχηκέναι πλῆθος ἐκπωμάτων ἀργυρῶν τε καὶ χρυσῶν, ἔτι δὲ τὸν ἄλλον κόσμον ὑπερβάλλοντα διὰ τὸ μέγεθος τῆς παρʼ αὐτοῖς εὐπορίας ἅπαντα συνεχώρησε τοῖς στρατιώταις ἔχειν ἔπαθλα τῆς ἀνδραγαθίας.
由于夺取了许多财宝,因为迦太基人拥有大量的金银杯子,此外还有因其财富之巨而显得非凡的其他装饰品,(提摩莱翁)允许士兵们拥有所有这些,作为他们英勇的奖赏。
§16.81.2τῶν δὲ Καρχηδονίων οἱ διαφυγόντες τὸν ἐν τῇ μάχῃ κίνδυνον μόγις εἰς τὸ Λιλύβαιον διεσώθησαν.
在战斗中逃脱危险的迦太基人,艰难地逃到了莉莉贝乌姆。
τοσαύτη δʼ αὐτοὺς κατάπληξις καὶ δέος κατεῖχεν ὥστε μὴ τολμᾶν εἰς τὰς ναῦς ἐμβαίνειν μηδʼ ἀποπλεῖν εἰς τὴν Λιβύην, ὡς διὰ τὴν τῶν θεῶν ἀλλοτριότητα πρὸς αὐτοὺς ὑπὸ τοῦ Λιβυκοῦ πελάγους καταποθησομένους.
如此巨大的惊恐和害怕笼罩着他们,以至于他们不敢登船,也不敢启航前往利比亚,认为由于神明对他们的敌意,他们会被利比亚海所吞没。
§16.81.3οἱ δʼ ἐν τῇ Καρχηδόνι τὸ μέγεθος πυθόμενοι τῆς συμφορᾶς συνετρίβησαν ταῖς ψυχαῖς καὶ συντόμως ὑπελάμβανον ἥξειν ἐπʼ αὐτοὺς τὸν Τιμολέοντα μετὰ τῆς δυνάμεως.
迦太基城内的人们听闻这场灾难的严重性,精神上彻底崩溃,并认为提摩莱翁会立即率领军队向他们进攻。
εὐθὺ δὲ Γέσκωνα τὸν Ἄννωνος πεφυγαδευμένον κατήγαγον καὶ στρατηγὸν ἀπέδειξαν διὰ τὸ δοκεῖν τόλμῃ τε καὶ στρατηγίᾳ διαφέρειν.
于是,他们立即召回了被流放的汉诺之子吉斯孔,并任命他为将军,因为他被认为在勇气和将才上都出类拔萃。
§16.81.4αὐτοὶ δʼ ἔκριναν πολιτικοῖς μὲν σώμασι μὴ διακινδυνεύειν, μισθοφόρους δὲ ἀλλοεθνεῖς ἀθροίζειν καὶ μάλιστα Ἕλληνας· ὑπακούσεσθαι δʼ αὐτοῖς πρὸς τὴν στρατείαν πολλοὺς ὑπελάμβανον διὰ τὸ μέγεθος τῆς μισθοφορᾶς καὶ τὴν εὐπορίαν τῆς Καρχηδόνος.
他们自己决定不以公民的生命去冒险,而是招募异族的雇佣兵,特别是希腊人;他们认为,由于高额的军饷和迦太基的富庶,会有很多人响应他们的征召。
εἰς δὲ τὴν Σικελίαν τοὺς εὐθέτους πρέσβεις ἐξέπεμψαν, προστάξαντες ἐφʼ οἷς ἂν ᾖ δυνατὸν συνθέσθαι τὴν εἰρήνην.
他们向西西里派出了合适的使节,命令他们以一切可能的条件达成和平。

词汇与语法注释

  1. §16.81.1πολλῶν δὲ καὶ χρημάτων καταληφθέντων — 独立属格(genitive absolute)句。虽然整个句子的主语在此句中未明确说明,但从上下文来看,行动的主体是提摩莱翁(或他所率领的希腊军队)。
  2. §16.81.2ὡς ... καταποθησομένους — 带有连词 ὡς 的将来分词 καταποθησομένους(被动语态)与主句中的宾格代名词 αὐτούς(生还的迦太基人)一致,表示他们主观的预期或信念(“以为他们会……”)。
  3. §16.81.4ἐφʼ οἷς ἂν ᾖ δυνατὸν — 关系条件从句,关系代词 ὅς 前置介词 ἐπί(表示条件,“在……的条件下”),后接带有 ἄν 的虚拟语气 ᾖ。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §16.81.1-16.81.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.81.1-16.81.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。