Humanitext Reader

シケリアのディオドロス · 歴史叢書 §16.82.1-16.82.7

ティモレオンによる入植者の受入れとシラクサの再建

590 / 723 箇所 · ギリシア語

要旨

ティモレオンはシラクサに帰還し、裏切った傭兵たちの末路や僭主たちの排除、カルタゴとの和平条約締結を主導する。また、コリントスなどから多くの入植者を受け入れ、ディオクレスの法を改定してシラクサの再建を推進した。

§16.82.1τοῦ δʼ ἔτους τούτου διελθόντος Ἀθήνησι μὲν ἦρχε Λυσιμαχίδης, ἐν Ῥώμῃ δʼ ὕπατοι καθειστήκεισαν Κόιντος Σερουίλιος καὶ Μάρκος Ῥουτίλιος.
この年が過ぎると、アテナイではリュシマキデスがアルコンであり、ローマではクイントゥス・セルウィリウスとマルクス・ルティリウスが執政官に就任していた。
ἐπὶ δὲ τούτων Τιμολέων ἐπανελθὼν εἰς Συρακούσσας πρῶτον μὲν τοὺς ἐγκαταλιπόντας αὐτὸν μισθοφόρους τοὺς μετὰ Θρασίου πάντας ἐκ τῆς πόλεως ὡς προδότας ὄντας ἐξέβαλεν.
彼らの任期において、ティモレオンはシラクサに帰還し、まずトラシオス率いる、自分を見捨てた傭兵たち全員を、裏切り者であるとして市から追放した。
§16.82.2οὗτοι δʼ εἰς τὴν Ἰταλίαν διαβάντες καὶ χωρίον τι παραθαλάττιον ἐν τῇ Βρεττίᾳ καταλαβόμενοι διήρπασαν.
彼らはイタリアへ渡り、ブルッティウムの海沿いのある場所を占拠して略奪を働いた。
οἱ δὲ Βρέττιοι παροξυνθέντες εὐθὺς μετὰ δυνάμεως πολλῆς ἐστράτευσαν ἐπʼ αὐτοὺς καὶ τὸ χωρίον ἐκπολιορκήσαντες ἅπαντας κατηκόντισαν.
これに憤慨したブルッティウム人たちは、ただちに大軍を率いて彼らに遠征し、その場所を攻め落として全員を投げ槍で突き殺した。
οἱ μὲν οὖν καταλιπόντες τὸν Τιμολέοντα μισθοφόροι τῆς ἰδίας παρανομίας ἐπάθλου τοιαύτης συμφορᾶς ἔτυχον·
こうして、ティモレオンを見捨てた傭兵たちは、自分たちの不法行為の報いとして、このような災難に見舞われたのである。
§16.82.3ὁ δὲ Τιμολέων Ποστόμιον τὸν Τυρρηνὸν δώδεκα λῃστρίσι τοὺς πλέοντας ληιζόμενον καὶ καταπλεύσαντα εἰς Συρακούσσας ὡς φίλον συλλαβὼν ἐθανάτωσεν.
一方ティモレオンは、12隻の海賊船で航海する人々を略奪し、シラクサに友人として入港してきましたエトルリア人のポストミウスを捕らえて処刑した。
ὑπεδέξατο δὲ καὶ τοὺς ὑπὸ Κορινθίωνἐκπεμφθέντας οἰκήτορας φιλοφρόνως, ὄντας τὸν ἀριθμὸν πεντακισχιλίους.
また彼は、コリントス人によって送り出された入植者たちを親切に迎え入れたが、その数は5,000人であった。
μετὰ δὲ ταῦτα τῶν Καρχηδονίων διαπρεσβευσαμένων καὶ πολλὰ δεηθέντων συνεχώρησεν αὐτοῖς τὴν εἰρήνην ὥστε τὰς μὲν Ἑλληνίδας πόλεις ἁπάσας ἐλευθέρας εἶναι, τὸν δὲ Λύκον καλούμενον ποταμὸν ὅριον εἶναι τῆς ἑκατέρων ἐπικρατείας·
この後、カルタゴ人が使節を送り、熱心に懇願したため、彼は以下の条件で彼らとの和平に同意した。
μὴ ἐξεῖναι δὲ Καρχηδονίοις βοηθῆσαι τοῖς τυράννοις τοῖς πολεμοῦσι πρὸς Συρακοσίους.
すなわち、ギリシア人のすべての都市が自由であること、リュコスと呼ばれる川が双方の支配領域の境界となること、そしてカルタゴ人にはシラクサ人と交戦している僭主たちを援助することを許さないことである。
§16.82.4μετὰ δὲ ταῦτα τὸν μὲν Ἱκέταν καταπολεμήσας ἐθανάτωσε, τοὺς δʼ ἐν Αἴτνῃ Καμπανοὺς ἐκπολιορκήσας διέφθειρε.
この後、彼はヒケタスを打ち破って処刑し、エトナのカンパニア人たちを攻め落として根絶やしにした。
καὶ Νικόδημον μὲν τὸν Κεντοριπίνων τύραννον καταπληξάμενος ἐξέβαλεν ἐκ τῆς πόλεως, Ἀπολλωνιάδην δὲ τὸν Ἀγυριναίων δυνάστην παύσας τῆς τυραννίδος τοὺς ἐλευθερωθέντας Συρακοσίους ἐποίησε.
また、ケントリパイの僭主ニコデモスを震え上がらせて市から追放し、アギュリオンの支配者アポロニアデスを僭主の地位から退かせて、解放された人々をシラクサの市民とした。
καθόλου δὲ πάντας τοὺς κατὰ τὴν νῆσον τυράννους ῥιζοτομήσας καὶ τὰς πόλεις ἐλευθερώσας εἰς τὴν συμμαχίαν προσεδέξατο.
総じて、島全体のすべての僭主を根絶やしにし、都市を解放して同盟に受け入れた。
§16.82.5κηρύξαντος δʼ αὐτοῦ κατὰ τὴν Ἑλλάδα διότι Συρακόσιοι διδόασι χώραν καὶ οἰκίας τοῖς βουλομένοις μετέχειν τῆς ἐν Συρακούσσαις πολιτείας πολλοὶ πρὸς τὴν κληρουχίαν Ἕλληνες ἀπήντησαν·
彼がギリシア全土に、シラクサ人が市民権に加わることを望む者たちに土地と家屋を与えるという布告を出すと、多くのギリシア人がその土地分配のために集まった。
τέλος δὲ οἰκήτορες ἀπεδείχθησαν εἰς μὲν τὴν Συρακοσίαν τὴν ἀδιαίρετον τετρακισμύριοι, εἰς δὲ τὴν Ἀγυριναίαν μύριοι διὰ τὸ μέγεθος καὶ κάλλος τῆς χώρας.
最終的には、その土地の広大さと美しさのゆえに、分割されていないシラクサの領土に4万人、アギュリオンの領土に1万人の入植者が割り当てられた。
§16.82.6εὐθὺ δὲ καὶ τοὺς προϋπάρχοντας νόμους ἐν ταῖς Συρακούσσαις, οὓς συνέγραψε Διοκλῆς, διώρθωσε.
そしてただちに、シラクサに以前から存在していた法律で、ディオクレスが編纂したものを改定した。
καὶ τοὺς μὲν περὶ τῶν ἰδιωτικῶν συμβολαίων ἢ κληρονομιῶν εἴασεν ἀμεταθέτους, τοὺς δὲ περὶ τῶν δημοσίων νενομοθετημένους πρὸς τὴν ἰδίαν ὑπόστασιν ὥς ποτʼ ἐδόκει συμφέρειν διώρθωσεν.
私的な契約や相続に関するものについては変更せずに残し、公的な事柄について規定された法律については、個々の状況に対して、有益と思われるように改定した。
§16.82.7ἐπιστάτης δʼ ἦν καὶ διορθωτὴς τῆς νομοθεσίας Κέφαλος ὁ Κορίνθιος, ἀνὴρ ἐν παιδείᾳ καὶ συνέσει δεδοξασμένος.
この立法事業の監督官および校訂者となったのは、教養と知性において名声のある人物、コリントス人のケパロスであった。
ἀπὸ δὲ τούτων γενόμενος τοὺς μὲν Λεοντίνους εἰς Συρακούσσας μετῴκισεν, εἰς δὲ τὴν Καμαριναίαν οἰκήτορας προσθεὶς ἐπηύξησε τὴν πόλιν.
ティモレオンはこれらの仕事を終えると、レオンティノイの人々をシラクサに移住させ、カマリナの領土に入植者を加えてその都市を拡大した。

語釈・文法注

  1. §16.82.2τῆς ἰδίας παρανομίας ἐπάθλου — 名詞 ἐπάθλου(ἔπαθλον「褒賞・報い」の単数属格)は、後ろに続く τοιαύτης συμφορᾶς(「このような災難」)と同格、または述語的に添えられて「不法行為の(代償としての)報いとして」という意味を表す。ἰδίας παρανομίας は ἐπάθλου に係る客観属格。
  2. §16.82.3ὥστε τὰς μὲν Ἑλληνίδας πόλεις ἁπάσας ἐλευθέρας εἶναι — 接続詞 ὥστε に不定詞句が続く構造で、単なる結果ではなく、和平条約を結ぶにあたっての「〜という条件で」という条件・規定(proviso)を表している。
  3. §16.82.4τοὺς ἐλευθερωθέντας Συρακοσίους ἐποίησε — 動詞 ἐποίησε(ποιέω 「〜にする」)は二重対格(あるいは目的語と述語的対格)を取り、「解放された人々(τοὺς ἐλευθερωθέντας)をシラクサの市民(Συρακοσίους)とした」と解釈される。
  4. §16.82.7ἀπὸ δὲ τούτων γενόμενος — 前置詞 ἀπό と動詞 γίγνομαι の分詞形からなる表現で、「これらの活動から離れて」「これらの事業を終えて」という慣用的な意味を表す。

この箇所を引用する

シケリアのディオドロス, 歴史叢書 §16.82.1-16.82.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.82.1-16.82.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。