Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §16.68.1-16.68.11

提摩莱翁登陆西西里与阿德拉农之战

第 576 段,共 723 段 · 希腊语

内容简介

在希克塔斯暂时围攻并占领叙拉古的同时,提摩莱翁在雷吉翁设计避开迦太基军成功脱身,进入陶罗梅尼翁,随后在阿德拉农突袭希克塔斯,并迅速向叙拉古推进。

§16.68.1τοῦ δὲ Διονυσίου κυριεύοντος τῶν Συρακουσσῶν Ἱκέτας ἔχων περὶ ἑαυτὸν ἀξιόλογον δύναμιν ἐστράτευσεν ἐπὶ τὰς Συρακούσσας καὶ τὸ μὲν πρῶτον χάρακα βαλόμενος περὶ τὸ Ὀλυμπιεῖον διεπολέμει τῷ κρατοῦντι τῆς πόλεως τυράννῳ,
在狄奥尼修斯统治叙拉古期间,希克塔斯在自己周围拥有一支相当规模的军队,向叙拉古发动了远征,起初他在奥林匹亚神殿周围筑起栅栏,与统治该城的僭主持续交战。
§16.68.2χρονιζούσης δὲ τῆς πολιορκίας καὶ τῶν ἐπιτηδείων ἐκλιπόντων ὁ μὲν Ἱκέτας ἀνέζευξεν εἰς Λεοντίνους (ἐκ ταύτης γὰρ ὡρμᾶτο τῆς πόλεως)· ὁ δὲ Διονύσιος ἐπακολουθήσας αὐτοῖς καὶ καταλαβὼν τὴν οὐραγίαν συνεστήσατο μάχην.
由于围攻拖延,必需品匮乏,希克塔斯退回了莱翁蒂尼(因为他正是从这座城市出发的);而狄奥尼修斯尾随其后,追上了他们的后卫部队,并与之交战。
§16.68.3ὁ δʼ Ἱκέτας ἐπιστρέψας ἐπὶ τὸν Διονύσιον συνῆψε μάχην καὶ πλείους τῶν τρισχιλίων μισθοφόρων ἀνελὼν τοὺς λοιποὺς φυγεῖν ἠνάγκασεν.
但希克塔斯转身迎击狄奥尼修斯,展开交战,斩杀了三千多名雇佣兵,迫使其余的人逃跑。
ὀξεῖ δὲ τῷ διωγμῷ χρησάμενος καὶ συνεισπεσὼν τοῖς φεύγουσιν εἰς τὴν πόλιν ἐκράτησε τῶν Συρακουσσῶν πλὴν τῆς Νήσου.
他展开了猛烈的追击,与逃跑的人一同冲进城内,占领了除“岛屿”(奥提伽岛)以外的叙拉古。
καὶ τὰ μὲν περὶ τὸν Ἱκέταν καὶ Διονύσιον ἐν τούτοις ἦν.
希克塔斯和狄奥尼修斯之间的事情便处于这种状态。
§16.68.4Τιμολέων δὲ μετὰ τὴν κατάληψιν τῶν Συρακουσσῶν τρισὶν ἡμέραις ὕστερον κατέπλευσεν εἰς τὸ Ῥήγιον καὶ καθωρμίσθη πλησίον τῆς πόλεως.
与此同时,提摩莱翁在叙拉古被占领三天后,乘船驶入雷吉翁,并在该城附近锚泊。
§16.68.5ἐπικαταπλευσάντων δὲ καὶ τῶν Καρχηδονίων εἴκοσι τριήρεσι καὶ τῶν Ῥηγίνων συνεργούντων τῷ Τιμολέοντι καὶ κοινὴν ἐκκλησίαν ἐν τῇ πόλει συναγαγόντων καὶ περὶ συλλύσεως δημηγορούντων οἱ μὲν Καρχηδόνιοι διαλαβόντες τὸν Τιμολέοντα πεισθήσεσθαι τὸν εἰς Κόρινθον ἀπόπλουν ποιήσασθαι ῥᾳθύμως εἶχον τὰ κατὰ τὰς φυλακάς, ὁ δὲ Τιμολέων οὐδεμίαν ἔμφασιν διδοὺς τοῦ δρασμοῦ αὐτὸς μὲν πλησίον τοῦ βήματος ἔμεινε, λάθρᾳ δὲ παρήγγειλε τὰς ἐννέα ναῦς ἀποπλεῦσαι τὴν ταχίστην.
迦太基人也带着二十艘三列桨战船驶入港口,而雷吉翁人与提摩莱翁合作,在城里召开了公众大会,并就和解发表了演讲。 迦太基人以为提摩莱翁会被说服启程返回科林斯,因而放松了戒备。 但提摩莱翁没有表现出任何逃跑的迹象,自己留在演坛附近,却暗中命令九艘船以最快速度起航。
§16.68.6περισπωμένων δὲ τῶν Καρχηδονίων ταῖς ψυχαῖς περὶ τοὺς ἐγκαθέτως δημηγοροῦντας μακρῶς τῶν Ῥηγίνων ἔλαθεν ὁ Τιμολέων διαδρὰς ἐπὶ τὴν ὑπολελειμμένην ναῦν καὶ ταχέως ἐξέπλευσεν.
迦太基人的注意力被那些受命进行冗长演说的雷吉翁人所吸引,提摩莱翁得以不为人知地逃到了那艘留下的船上,并迅速驶出港口。
οἱ δὲ Καρχηδόνιοι καταστρατηγηθέντες ἐπεβάλοντο διώκειν τοὺς περὶ τὸν Τιμολέοντα.
迦太基人发现自己中了计,便开始追击提摩莱翁一行。
§16.68.7ἐκείνων δὲ προειληφότων ἱκανὸν διάστημα καὶ τῆς νυκτὸς ἐπιλαβούσης ἔφθασαν οἱ περὶ τὸν Τιμολέοντα ἀποπλεύσαντες εἰς τὸ Ταυρομένιον.
由于他们已经拉开了足够的距离,加之夜幕降临,提摩莱翁一行先一步乘船抵达了陶罗梅尼翁。
§16.68.8ὁ δὲ τῆς πόλεως ταύτης ἡγούμενος, διὰ παντὸς πεφρονηκὼς τὰ τῶν Συρακοσίων, Ἀνδρόμαχος, φιλοφρόνως ὑπεδέξατο τοὺς διωκομένους καὶ πολλὰ συνεβάλετο πρὸς τὴν σωτηρίαν αὐτῶν.
这座城市的统治者安德罗马科斯,一直以来都支持叙拉古人的事业,他热诚地接待了被追击的人,并为他们的安全做出了极大的贡献。
§16.68.9μετὰ δὲ ταῦτα ὁ μὲν Ἱκέτας ἀναλαβὼν τῶν στρατιωτῶν τοὺς ἀρίστους πεντακισχιλίους ἐστράτευσεν ἐπὶ τοὺς Ἀδρανίτας ἀντιπράττοντας αὐτῷ καὶ πλησίον τῆς πόλεως κατεστρατοπέδευσεν· ὁ δὲ Τιμολέων προσλαβόμενος παρὰ τῶν Ταυρομενίων στρατιώτας ἀνέζευξεν ἐκ τοῦ Ταυρομενίου, τοὺς ἅπαντας ἔχων οὐ πλείους τῶν χιλίων.
在此之后,希克塔斯带领了精锐士兵五千人,向反对他的阿德拉农人发动远征,并在该城附近安营扎寨;而提摩莱翁从陶罗梅尼翁人那里招募了士兵,带着总共不超过一千人的兵力从陶罗梅尼翁出发。
§16.68.10ἀρχομένης δὲ τῆς νυκτὸς ἀφορμήσας καὶ διανύσας ἐπὶ τὸ Ἄδρανον δευτεραῖος ἀνελπίστως ἐπέθετο τοῖς περὶ τὸν Ἱκέταν δειπνοποιουμένοις· παρεισπεσὼν δʼ εἰς τὴν παρεμβολὴν καὶ φονεύσας πλείους τῶν τριακοσίων, ζωγρήσας δὲ περὶ ἑξακοσίους τῆς παρεμβολῆς ἐκράτησε.
他在入夜时分出发,于第二天抵达阿德拉农,出乎意料地袭击了正在吃晚饭的希克塔斯一行;他冲入营地,斩杀了三百多人,俘获了大约六百人,并占领了营地。
§16.68.11τούτῳ δὲ τῷ στρατηγήματι ἕτερον ἐπεισάγων παραχρῆμα ἐπὶ τὰς Συρακούσσας ἀφώρμησε καὶ δρομαῖος τὴν ὁδὸν διανύσας ἀπροσδοκήτως προσέπεσε ταῖς Συρακούσσαις, καταταχήσας τοὺς ἀπὸ τῆς τροπῆς φεύγοντας.
他立即在这一战术之后又施一策,立刻出发前往叙拉古,一路上跑步前进,出其不意地袭取了叙拉古,比那些在溃败中逃跑的人还要快。
ταῦτα μὲν οὖν ἐπράχθη κατὰ τοῦτον τὸν ἐνιαυτόν.
这些事便是这一年里所发生的。

词汇与语法注释

  1. 16.68.5διαλαβόντες τὸν Τιμολέοντα πεισθήσεσθαι τὸν εἰς Κόρινθον ἀπόπλουν ποιήσασθαι — 动词 διαλαμβάνω(认为、推测)后接宾格加不定式结构(τὸν [Τιμολέοντα] πεισθήσεσθαι),其被动将来不定式 πεισθήσεσθαι(将被说服)进一步支配另一个不定式短语(τὸν ... ἀπόπλουν ποιήσασθαι,作归航航行)作为其补足语。
  2. 16.68.6ἔλαθεν ὁ Τιμολέων διαδρὰς — 动词 λανθάνω 与主格分词(διαδρὰς)结合,构成了表示“在他人未察觉的情况下做某事”的惯用句型(“提摩莱翁不为人知地逃走了”)。
  3. 16.68.10δευτεραῖος — 与主语一致的形容词 δευτεραῖος(第二天的)作副词性使用,表示“在第二天[抵达阿德拉农]”。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §16.68.1-16.68.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.68.1-16.68.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。