Humanitext Reader

西西里的狄奥多罗斯 · 历史丛书 §16.67.1-16.67.4

迦太基进军西西里与围攻恩特拉

第 575 段,共 723 段 · 希腊语

内容简介

迦太基人为西西里的大战做准备,与包括僭主希克塔斯在内的势力结盟,并向该岛派遣了大军。他们包围了恩特拉,并全歼了加勒里亚派来的援军。

§16.67.1Καρχηδόνιοι δὲ βραχὺ πρὸ τούτων τῶν καιρῶν πυθόμενοι τὸ μέγεθος τοῦ κατὰ Σικελίαν ἐσομένου πολέμου ταῖς μὲν κατὰ Σικελίαν συμμαχίσι πόλεσι φιλανθρώπως προσεφέροντο καὶ πρὸς τοὺς κατὰ τὴν νῆσον τυράννους τὴν διαφορὰν καταλύσαντες φιλίαν συνέθεντο, μάλιστα δὲ πρὸς Ἱκέταν τὸν τῶν Συρακοσίων δυναστεύοντα διὰ τὸ τοῦτον πλεῖον ἰσχύειν,
迦太基人在此之前不久得知了即将在西西里爆发的战争规模,因而对西西里的同盟城市采取了友善的态度,并与岛上的僭主们消除了分歧,缔结了友好关系,尤其是与统治叙拉古人的希克塔斯,因为他拥有更强大的力量。
§16.67.2αὐτοὶ δὲ πολλὴν δύναμιν ναυτικήν τε καὶ πεζικὴν παρασκευασάμενοι διεβίβασαν εἰς Σικελίαν, Ἄννωναστρατηγὸν ἐπιστήσαντες.
他们自己则筹备了庞大的海军和陆军力量,并任命汉农为将军,将这支军队渡海运往西西里。
εἶχον δὲ μακρὰς ναῦς ἑκατὸν καὶ πεντήκοντα, στρατιώτας δὲ πεζοὺς μὲν πεντακισμυρίους, ἅρματα δὲ τριακόσια, συνωρίδας δὲ ὑπὲρ τὰς δισχιλίας, χωρὶς δὲ τούτων ὅπλα καὶ βέλη παντοδαπὰ καὶ μηχανὰς πολιορκητικὰς παμπληθεῖς καὶ σίτου καὶ τῶν ἄλλων ἐπιτηδείων πλῆθος ἀνυπέρβλητον.
他们拥有长船一百五十艘、步兵五万人、战车三百辆、双马马车两千多辆,此外还有各种武器和投射物、极多的攻城器械,以及数量惊人的粮食和其他必需品。
§16.67.3ἐπὶ πρώτην δὲ τὴν τῶν Ἐντελλίνων πόλιν ἐλθόντες τήν τε χώραν ἐδῄωσαν καὶ τοὺς ἐγχωρίους εἰς πολιορκίαν συνέκλεισαν.
他们首先来到恩特里纳人的城市,蹂躏了其领土,并将当地居民围困在城内。
οἱ δὲ τὴν πόλιν κατοικοῦντες Καμπανοὶ καταπλαγέντες τὸ μέγεθος τῆς δυνάμεως ἐξέπεμψαν εἰς τὰς ἄλλας πόλεις τὰς ἀλλοτρίως διακειμένας πρὸς Καρχηδονίους περὶ βοηθείας.
居住在城里的坎帕尼亚人被敌军的庞大力量所吓倒,便向其他对迦太基人怀有敌意的城市派出使者求援。
τῶν μὲν οὖν ἄλλων οὐδεὶς ὑπήκουσεν, οἱ δὲ τὴν Γαλερίαν πόλιν οἰκοῦντες ἐξέπεμψαν αὐτοῖς στρατιώτας ὁπλίτας χιλίους.
在其他城市中,没有一个予以理会,但居住在加勒里亚镇的人们却向他们派遣了一千名重装步兵。
τούτοις δʼ ὑπαντήσαντες οἱ Φοίνικες καὶ περιχυθέντες τῷ πλήθει πάντας κατέκοψαν.
然而,腓尼基人迎击了这些人,并用优势兵力合围他们,将他们全部斩杀。
§16.67.4οἱ δὲ τὴν Αἴτνην κατοικοῦντες Καμπανοὶ τὸ μὲν πρῶτον παρεσκευάζοντο συμμαχίαν ἐκπέμπειν εἰς τὴν Ἔντελλαν διὰ τὴν συγγένειαν, μετὰ δὲ ταῦτα τὴν τῶν Γαλερίνων συμφορὰν ἀκούσαντες ἔκριναν ἡσυχίαν ἄγειν.
居住在埃特纳的坎帕尼亚人,起初由于亲缘关系,正准备向恩特拉派遣援军,但在此之后,听闻了加勒里亚人的惨剧,便决定保持静默。

词汇与语法注释

  1. 16.67.1διὰ τὸ τοῦτον πλεῖον ἰσχύειν — 宾格代词 `τοῦτον` 作为带冠词不定式 `τὸ ... ἰσχύειν` 的逻辑主语。`διὰ τὸ` 结构表示原因。
  2. 16.67.2Ἄννωναστρατηγὸν — 文本中的 `Ἄννωναστρατηγὸν` 是专有名词 `Ἄννωνα`(宾格)和官职名 `στρατηγὸν`(同格,宾格)的结合,应分写为 `Ἄννωνα στρατηγὸν`(任命汉农为将军)。此两词与 `ἐπιστήσαντες` 构成双宾格结构。
  3. 16.67.3καταπλαγέντες τὸ μέγεθος — 被动分词 `καταπλαγέντες`(`καταπλήττω` 的不定过去被动式)具有主动/中动态含义(“对……感到恐惧”),并直接带宾格目的语(`τὸ μέγεθος`)。这是中被动形式表示精神动摇并带宾格的用法。
  4. 16.67.3τούτοις δʼ ὑπαντήσαντες — 不及物动词 `ὑπαντάω`(遭遇、迎击)支配与格(`τούτοις`),此处指代加勒里亚派遣的援军。

引用这一段

西西里的狄奥多罗斯, 历史丛书 §16.67.1-16.67.4. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0060.tlg001.humanitext-grc4:16.67.1-16.67.4

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。